Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
μεθ᾽ ἡμέραν δὲ τῶν περὶ Βροῦτον κατελθόντων
καὶ ποιησαμένων λόγους, ὁ μὲν δῆμος οὔτε δυσχεραίνων οὔτε ὡς ἐπαινῶν
τὰ πεπραγμένα τοῖς λεγομένοις προσεῖχεν, ἀλλ᾽ ὑπεδήλου τῇ πολλῇ σιωπῇ
Καίσαρα μὲν οἰκτείρων, αἰδούμενος δὲ Βροῦτον, ἡ δὲ σύγκλητος ἀμνηστίας
τινὰς καὶ [p. 602] συμβάσεις πράττουσα πᾶσι Καίσαρα μὲν ὡς θεὸν
τιμᾶν ἐψηφίσατο καὶ κινεῖν μηδὲ τὸ μικρότατον ὧν ἐκεῖνος ἄρχων
ἐβούλευσε, τοῖς δὲ περὶ Βροῦτον ἐπαρχίας τε διένειμε καὶ τιμὰς ἀπέδωκε
πρεπούσας, ὥστε πάντας οἴεσθαι τὰ πράγματα κατάστασιν ἔχειν καὶ
σύγκρασιν ἀπειληφέναι τὴν ἀρίστην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.