Χορός
ἴτε θοαὶ Λύσσας κύνες ἴτ᾽ εἰς ὄρος,
θίασον ἔνθ᾽ ἔχουσι Κάδμου κόραι,
ἀνοιστρήσατέ νιν
980ἐπὶ τὸν ἐν γυναικομίμῳ στολᾷ
λυσσώδη κατάσκοπον μαινάδων.
μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτρας
ἢ σκόλοπος ὄψεται
δοκεύοντα, μαινάσιν δ᾽ ἀπύσει:
985Τίς ὅδ᾽ ὀρειδρόμων
μαστὴρ Καδμείων ἐς ὄρος ἐς ὄρος ἔμολ᾽
ἔμολεν, ὦ βάκχαι; τίς ἄρα νιν ἔτεκεν;
οὐ γὰρ ἐξ αἵματος
γυναικῶν ἔφυ, λεαίνας δέ τινος
990ὅδ᾽ ἢ Γοργόνων Λιβυσσᾶν γένος.
ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος
φονεύουσα λαιμῶν διαμπὰξ
995τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος
γόνον γηγενῆ.