Διόνυσος
σὲ τὸν πρόθυμον ὄνθ᾽ ἃ μὴ χρεὼν ὁρᾶν
σπεύδοντά τ᾽ ἀσπούδαστα, Πενθέα λέγω,
ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι,
915σκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων,
μητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος:
πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾷ.
Πενθεύς
καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ,
δισσὰς δὲ Θήβας καὶ πόλισμ᾽ ἑπτάστομον:
920καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖς
καὶ σῷ κέρατα κρατὶ προσπεφυκέναι.
ἀλλ᾽ ἦ ποτ᾽ ἦσθα θήρ; τεταύρωσαι γὰρ οὖν.
Διόνυσος
ὁ θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής,
ἔνσπονδος ἡμῖν: νῦν δ᾽ ὁρᾷς ἃ χρή σ᾽ ὁρᾶν.
Πενθεύς
925τί φαίνομαι δῆτ᾽; οὐχὶ τὴν Ἰνοῦς στάσιν
ἢ τὴν Ἀγαύης ἑστάναι, μητρός γ᾽ ἐμῆς;
Διόνυσος
αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ σ᾽ ὁρῶν.
ἀλλ᾽ ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχ᾽ ὅδε,
οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτρᾳ καθήρμοσα.
Πενθεύς
930ἔνδον προσείων αὐτὸν ἀνασείων τ᾽ ἐγὼ
καὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα.
Διόνυσος
ἀλλ᾽ αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει,
πάλιν καταστελοῦμεν: ἀλλ᾽ ὄρθου κάρα.
Πενθεύς
ἰδού, σὺ κόσμει: σοὶ γὰρ ἀνακείμεσθα δή.
Διόνυσος
935ζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλων
στολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν.
Πενθεύς
κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα:
τἀνθένδε δ᾽ ὀρθῶς παρὰ τένοντ᾽ ἔχει πέπλος.
Διόνυσος
ἦ πού με τῶν σῶν πρῶτον ἡγήσῃ φίλων,
940ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδῃς.
Πενθεύς
πότερα δὲ θύρσον δεξιᾷ λαβὼν χερὶ
ἢ τῇδε, βάκχῃ μᾶλλον εἰκασθήσομαι;
Διόνυσος
ἐν δεξιᾷ χρὴ χἅμα δεξιῷ ποδὶ
αἴρειν νιν: αἰνῶ δ᾽ ὅτι μεθέστηκας φρενῶν.