Χορός
775ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους
πρὸς τὸν τύραννον, ἀλλ᾽ ὅμως εἰρήσεται:
Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ.
Πενθεύς
ἤδη τόδ᾽ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται
ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας.
780ἀλλ᾽ οὐκ ὀκνεῖν δεῖ: στεῖχ᾽ ἐπ᾽ Ἠλέκτρας ἰὼν
πύλας: κέλευε πάντας ἀσπιδηφόρους
ἵππων τ᾽ ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας
πέλτας θ᾽ ὅσοι πάλλουσι καὶ τόξων χερὶ
ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν
785βάκχαισιν: οὐ γὰρ ἀλλ᾽ ὑπερβάλλει τάδε,
εἰ πρὸς γυναικῶν πεισόμεσθ᾽ ἃ πάσχομεν.
Διόνυσος
πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων,
Πενθεῦ: κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως
οὔ φημι χρῆναί σ᾽ ὅπλ᾽ ἐπαίρεσθαι θεῷ,
790ἀλλ᾽ ἡσυχάζειν: Βρόμιος οὐκ ἀνέξεται
κινοῦντα βάκχας σ᾽ εὐίων ὀρῶν ἄπο.
Πενθεύς
οὐ μὴ φρενώσεις μ᾽, ἀλλὰ δέσμιος φυγὼν
σῴσῃ τόδ᾽; ἢ σοὶ πάλιν ἀναστρέψω δίκην;
Διόνυσος
θύοιμ᾽ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος
795πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ.
Πενθεύς
θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι,
πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς.
Διόνυσος
φεύξεσθε πάντες: καὶ τόδ᾽ αἰσχρόν, ἀσπίδας
θύρσοισι βακχῶν ἐκτρέπειν χαλκηλάτους
Πενθεύς
800ἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ,
ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται.
Διόνυσος
ὦ τᾶν, ἔτ᾽ ἔστιν εὖ καταστῆσαι τάδε.
Πενθεύς
τί δρῶντα; δουλεύοντα δουλείαις ἐμαῖς;
Διόνυσος
ἐγὼ γυναῖκας δεῦρ᾽ ὅπλων ἄξω δίχα.
Πενθεύς
805οἴμοι: τόδ᾽ ἤδη δόλιον ἔς με μηχανᾷ.
Διόνυσος
ποῖόν τι, σῷσαί σ᾽ εἰ θέλω τέχναις ἐμαῖς;
Πενθεύς
ξυνέθεσθε κοινῇ τάδ᾽, ἵνα βακχεύητ᾽ ἀεί.
Διόνυσος
καὶ μὴν ξυνεθέμην--τοῦτό γ᾽ ἔστι--τῷ θεῷ.
Πενθεύς
ἐκφέρετέ μοι δεῦρ᾽ ὅπλα, σὺ δὲ παῦσαι λέγων.