previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

34. ἀντιπάλως οὖν αὐτῶν μαχομένων Καῖσαρ ἀπορήσας τι πράξῃ, πῦρ ἐκ τοῦ στρατοπέδου μετεπέμψατο. πρότερον μὲν γὰρ οὐκ ἠθέλησεν αὐτῷ, ὅπως τὰ χρήματα περιποιήσηται, χρήσασθαι: τότε δὲ ἰδὼν ὅτι ἀδύνατόν οἱ εἴη ἄλλως πως κρατῆσαι, ἐπ᾽ ἐκεῖνο ὡς καὶ μόνον σφίσιν [2] ἐπικουρῆσον κατέφυγε. κἀνταῦθα ἄλλο 1 αὖ εἶδος μάχης συνηνέχθη. οἱ μὲν γὰρ πολλαχῇ ἅμα προσπλέοντές τισι βέλη τε πυρφόρα ἐπ᾽ αὐτοὺς ἐξετόξευον καὶ λαμπάδας ἐκ χειρὸς ἐπηκόντιζον καί τινας καὶ χυτρίδας ἀνθράκων καὶ πίττης πλήρεις πόρρωθεν μηχαναῖς ἐπερρίπτουν: [3] οἱ δὲ ταῦτά τε ὡς ἕκαστα διεκρούοντο, καὶ ἐπειδή τινα αὐτῶν διεκπίπτοντα τῶν τε ξύλων ἥπτετο καὶ φλόγα αὐτίκα πολλήν, ἅτε ἐν νηί, ἤγειρε, τὸ μὲν πρῶτον τῷ ποτίμῳ ὕδατι ἐπεφέροντο ἐχρῶντο, καί τινα κατέσβεσαν, ἐπεὶ δὲ ἐκεῖνο [4] καταναλώθη, ἤντλουν τὸ θαλάττιον. καὶ εἰ μὲν πολλῷ τε καὶ ἀθρόῳ αὐτῷ ἐχρῶντο, ἐπεῖχόν πως [p. 512] τῇ βίᾳ τὸ πῦρ: ἀδύνατοι δὲ δὴ πανταχῇ τοῦτο ποιεῖν ὄντες ῾οὔτε γὰρ πολλὰ καὶ μεγάλα τὰ ἀντλητήρια εἶχον, καὶ ἡμιδεᾶ 2 αὐτὰ ἅτε ταραττόμενοι ἀνέφερον᾽ οὐχ ὅσον οὐκ ὠφελοῦντό τι, ἀλλὰ καὶ προσπαρώξυνον αὐτό: γὰρ ἅλμη θαλαττία ἂν κατ᾽ ὀλίγον ἐπιχέηται φλογί, ἰσχυρῶς αὐτὴν [5] ἐκκαίει. ὡς οὖν καὶ ἐν τούτῳ ἥττους ἐγίγνοντο, τά τε ἱμάτια αὑτῶν 3 τὰ παχέα καὶ τοὺς νεκροὺς ἐπέβαλλον: καὶ χρόνον μέν τινα ἐκολούσθη τε ὑπ᾽ αὐτῶν τὸ πῦρ καὶ ἔδοξέ πῃ λωφᾶν, ἔπειτα δὲ ἄλλως τε καὶ τοῦ ἀνέμου σφοδρῶς ἐπισπέρξαντος ἐπὶ πλεῖον ἐξέλαμψεν, ἅτε καὶ ὑπ᾽ αὐτῶν ἐκείνων [6] αὐξανόμενον. καὶ μέχρι μὲν μέρος τι νεὼς ἐκαίετο, προσίσταντό τέ τινες αὐτῷ καὶ ἐς αὐτὸ ἐσεπήδων, καὶ τὰ μὲν ἀπέκοπτον τὰ δὲ διεφόρουν: καὶ αὐτὰ οἱ μὲν ἐς τὴν θάλασσαν οἱ δὲ καὶ ἐπὶ τοὺς ἐναντίους ἐρρίπτουν, εἴ πως καὶ ἐκείνους τι [7] λυμήναιντο. καὶ ἕτεροι πρὸς τὸ ἀεὶ ὑγιὲς αὐτῆς μεθιστάμενοι ταῖς τε χερσὶ ταῖς σιδηραῖς καὶ τοῖς δόρασι τοῖς μακροῖς τότε δὴ καὶ τὰ μάλιστα ἐχρῶντο, ὅπως τινὰ ἀντίπαλον ναῦν προσαρτήσαντές σφισι μάλιστα μὲν μετεκβῶσιν ἐς αὐτήν,

1 a)/llo M, a)\n a)/llo V.

2 h(midea= Bk., h(mi/sea *wM.

3 au(tw=n Bayfius, au)tw=n *wM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: