previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

32. καὶ οὕτω συμπεσόντες ἐναυμάχησαν, πολλὰ μὲν παρακελεύσματα 1 ἐν ἑαυτοῖς ἑκάτεροι καὶ τῆς τέχνης καὶ τῆς προθυμίας ποιούμενοι, πολλὰ δὲ καὶ κελεύματα παρὰ τῶν ἐκ τῆς ἠπείρου σφίσιν [2] ἐπιβοώντων ἐσακούοντες. ἠγωνίζοντο δὲ οὐχ ὁμοιοτρόπως, ἀλλ᾽ οἱ μὲν 2 τοῦ Καίσαρος, ἅτε καὶ μικροτέρας καὶ ταχυτέρας τὰς ναῦς ἔχοντες, ῥοθίῳ τε ἐχρῶντο καὶ ἐνέβαλλον πεφραγμένοι πάντῃ τοῦ μὴ τιτρώσκεσθαι: καὶ εἰ μὲν κατέδυσάν τινα, εἰ [3] δὲ μή, ἀνεκρούοντο πρὶν ἐς χεῖρας ἐλθεῖν, καὶ ἤτοι τοῖς αὐτοῖς αὖθις ἐξαίφνης ἐνέβαλλον, τοὺς μὲν εἴων ἐπ᾽ ἄλλους δὲ ἐτρέποντο, καί τι καὶ τούτους 3 ὡς διὰ βραχέος ἐργασάμενοι πρὸς ἄλλους καὶ πάλιν μάλα ἄλλους ἐχώρουν, ὅπως ὡς μάλιστα [4] ἀπροσδοκήτοις τισὶ προσφέρωνται. οἷα γὰρ φοβούμενοι μὲν τὴν ἐκ πολλοῦ αὐτῶν ἀλκὴν φοβούμενοι δὲ καὶ τὴν ἐν χερσὶ μάχην, οὔτε ἐν τῷ πρόσπλῳ οὔτε ἐν τῇ συμμίξει ἐνεχρόνιζον, ἀλλ᾽ ὑποδραμόντες αἰφνίδιον 4 ὥστε τὴν τοξείαν σφῶν φθῆναι, καὶ τρώσαντές τινα καὶ συνταράξαντες μόνον ὥστε τὴν κάθεξιν ἐκφυγεῖν, ἀνεχώρουν ἔξω [5] βέλους. οἱ δ᾽ ἕτεροι τούς τε προσπλέοντάς σφισι [p. 506] πολλοῖς καὶ πυκνοῖς καὶ λίθοις καὶ τοξεύμασιν ἔβαλλον, καὶ ἐς τοὺς προσμιγνύντας 5 χεῖρας σιδηρᾶς [6] ἐπερρίπτουν. καὶ εἰ μὲν ἐπιτύχοιεν αὐτῶν, κρείττους ἐγίγνοντο, εἰ δ᾽ ἁμάρτοιεν, τρωθέντων ἄν σφισι τῶν σκαφῶν ἐβαπτίζοντο, καὶ περὶ τὸ μὴ 6 παθεῖν τοῦτο ἀποδιατρίβοντες εὐεπιθετώτεροι ἄλλοις 7 τισὶν ἐγίγνοντο: δύο τε γὰρ καὶ τρεῖς ἅμα τῇ αὐτῇ νηὶ προσπίπτουσαι αἱ μὲν ἔδρων ὅσα [7] ἐδύναντο, αἱ δὲ ἔπασχον. ἐπονοῦντο δὲ καὶ ἔκαμνον τοῖς μὲν οἵ τε κυβερνῆται καὶ οἱ ἐρέται μάλιστα, τοῖς δὲ οἱ ἐπιβάται: καὶ ἐῴκεσαν οἱ μὲν ἱππεῦσι τοτὲ μὲν ἐπελαύνουσι τοτὲ δὲ ἐξαναχωροῦσι διὰ τὸ τούς τε ἐπίπλους καὶ τὰς ἀνακρούσεις ἐπ᾽ αὐτοῖς εἶναι, οἱ δὲ ὁπλίταις τούς τε πλησιάζοντάς σφισι φυλασσομένοις καὶ κατέχειν αὐτοὺς [8] ὅτι μάλιστα πειρωμένοις. κἀκ τούτου ἐπλεονέκτουν τε ἀλλήλων, οἱ μὲν ἔς τε τοὺς ταρσοὺς τῶν νεῶν ὑποπίπτοντες καὶ τὰς κώπας συναράσσοντες, οἱ δὲ ἄνωθεν αὐτοὺς καὶ πέτραις καὶ μηχανήμασι βαπτίζοντες: καὶ ἠλαττοῦντο αὖ οἱ μὲν ὅτι τοὺς 8 προσιόντας σφίσιν οὐδὲν κακουργεῖν ἐδύναντο, οἱ δὲ ὅτι, εἰ μὴ καὶ 9 κατέδυσάν τινας ἐμβαλόντες, οὐκέτ᾽ ἐξ ἴσου σφίσιν ἐν τῇ συνέρξει ἠγωνίζοντο.

1 parakeleu/smata Dind., parakeleu/mata *wM.

2 me\n M, me\n u(po\ V.

3 tou/tous *w Xiph., tou/tou M.

4 ai)fni/dion St., a)naifni/dion *wM.

5 prosmignu/ntas Dind., prosmignu/ontas *wM Xiph.

6 to\ mh\ M Xiph., me\n to\ V.

7 a)/llois M Xiph., a)llh/lois V.

8 tou\s Bk., tou\s me\n *wM.

9 mh\ kai\ Reim., kai\ mh\ *wM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: