previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1. δὲ δῆμος τῶν Ῥωμαίων τῆς μὲν δημοκρατίας ἀφῄρητο, οὐ μέντοι καὶ ἐς μοναρχίαν ἀκριβῆ ἀπεκέκριτο, ἀλλ᾽ τε 1 Ἀντώνιος καὶ Καῖσαρ ἐξ ἴσου ἔτι τὰ πράγματα εἶχον, τά τε πλείω σφῶν διειληχότες, καὶ τὰ λοιπὰ τῷ μὲν λόγῳ κοινὰ νομίζοντες, τῷ δὲ ἔργῳ, ὥς που πλεονεκτῆσαί τι ἑκάτερος αὐτῶν ἐδύνατο, ἰδιούμενοι. [2] μετὰ δὲ δὴ τοῦτο, ὡς τε Σέξτος ἀπωλώλει καὶ Ἀρμένιος ἑαλώκει τά τε προσπολεμήσαντα τῷ Καίσαρι ἡσύχαζε καὶ Πάρθος οὐδὲν παρεκίνει, καὶ ἐκεῖνοι φανερῶς ἐπ᾽ ἀλλήλους [p. 436] ἐτράποντο καὶ δῆμος ἀκριβῶς ἐδουλώθη. αἰτίαι δὲ τοῦ πολέμου καὶ σκήψεις αἵδε αὐτοῖς ἐγένοντο. [3] Ἀντώνιος μὲν Καίσαρι ἐπεκάλει ὅτι τόν τε Λέπιδον τῆς ἀρχῆς ἐπεπαύκει καὶ τὴν χώραν τήν τε δύναμιν τήν τε ἐκείνου καὶ τὴν τοῦ Σέξτου, κοινήν σφων ὀφείλουσαν εἶναι, ἐσφετέριστο: καὶ τούτων τε τὴν ἡμίσειαν ἀπῄτει, καὶ τῶν στρατιωτῶν οὓς 2 ἐκ τῆς Ἰταλίας τῆς ἀμφοτέροις σφίσι [4] προσηκούσης κατείλεκτο. Καῖσαρ δὲ ἐκείνῳ ὅτι ἄλλα τε καὶ τὴν Αἴγυπτον μὴ λαχὼν εἶχε, τόν τε Σέξτον ἀπεκτόνει ῾αὐτὸς γὰρ ἑκὼν πεφεῖσθαι αὐτοῦ ἔλεγἐ, καὶ τὸν Ἀρμένιον ἐξαπατήσας καὶ συλλαβὼν καὶ δήσας πολλὴν τῷ δήμῳ κακοδοξίαν [5] προσετέτριπτο: τά τε ἡμίσεα καὶ αὐτὸς τῶν λαφύρων ἀπῄτει, καὶ παρὰ πάντα 3 ἐπέφερεν αὐτῷ τήν τε Κλεοπάτραν καὶ τοὺς παῖδας οὓς ἐξ αὐτῆς ἀνῄρητο, τά τε δωρηθέντα σφίσι, καὶ ἐν τοῖς μάλιστα ὅτι τὸν Καισαρίωνα ἐπωνόμαζεν

1 te Bk., ge LM.

2 ou(\s Zon., tou\s LM.

3 pa/nta R. Steph., pa/ntas LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: