πρὸς δὲ τούτοις τοσούτοις τε καὶ τοιούτοις οὖσιν ὤκνησα μὲν ἄλλως αὐτὸς περὶ ἐμαυτοῦ σεμνόν τι εἰπεῖν: ἐπειδὴ δὲ καὶ τοῦθ᾽ ἓν τῶν πρὸς τὸ τοῦ πολέμου κράτος φερόντων ἐστὶ καὶ μέγιστόν γε παρὰ πᾶσιν ἀνθρώποις εἶναι πεπίστευται, λέγω δὲ τὸ καὶ 1 στρατηγοῦ τινος ἀρίστου τοὺς καλῶς [2] πολεμήσοντας τυχεῖν, ἀναγκαιότατόν μοι τὸν περὶ ἐμαυτοῦ λόγον αὐτὴ 2 ἡ χρεία πεποίηκεν, ἵν᾽ ἔτι μᾶλλον εἰδῆτε τοῦθ᾽, ὅτι αὐτοί τε τοιοῦτοί ἐστε οἷοι καὶ ἄνευ ἄρχοντος ἀγαθοῦ νικᾶν, καὶ ἐγὼ τοιοῦτος [p. 472] οἷος καὶ μετὰ κακῶν στρατιωτῶν κρατεῖν δύνασθαι. [3] τήν τε γὰρ ἡλικίαν ταύτην ἄγω ἐν ᾗ καὶ μάλιστα ἄνθρωποι καὶ τῷ σώματι καὶ τῇ διανοίᾳ ἀκμάζουσι, καὶ μήτε τῇ τῆς νεότητος προπετείᾳ μήτε τῇ τοῦ γήρως ἐκλύσει κακύνονται, ἀλλ᾽ αὐτὸ τὸ μέσον ἑκατέρου ἔχοντες ἔρρωνται τὰ μάλιστα: [4] καὶ προσέτι τοιαύτῃ μὲν φύσει τοιαύτῃ δὲ καὶ παιδείᾳ κέχρημαι ὥστε καὶ γνῶναι πάντα τὰ προσήκοντα καὶ εἰπεῖν ῥᾷστα δύνασθαι. τήν τε ἐμπειρίαν, ἥπερ που καὶ τοὺς ἀνοήτους καὶ τοὺς ἀπαιδεύτους λόγου τινὸς ἀξίους δοκεῖν εἶναι ποιεῖ, διὰ πάντων μὲν τῶν πολιτικῶν πάντων δὲ τῶν [5] στρατιωτικῶν προσείληφα: ἔκ τε γὰρ μειρακίου δεῦρο ἀεὶ ἐν αὐτοῖς ἐξήτασμαι, καὶ πολλὰ μὲν ἤρχθην πολλὰ δὲ ἦρξα, ἀφ᾽ ὧν τοῦτο μὲν ὅσα τε καὶ οἷα χρὴ προστάσσειν, τοῦτο δ᾽ ὅσα καὶ οἷα χρὴ πειθαρχοῦντα πράττειν, μεμάθηκα. ἐφοβήθην, [6] ἐθάρσησα: ἐξ ὧν τοῦ μὲν τὸ μὴ ῥᾳδίως τι δεδιέναι, τοῦ δὲ τὸ μὴ προχείρως ἀποτολμᾶν εἴθισμαι. εὐτύχησα, ἔπταισα: παρ᾽ ὧν τὸ μήτ᾽ ἀπογιγνώσκειν τι μήθ᾽ ὑπερφρονεῖν ἔχω.
’