previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

31. τοιαῦτα δὲ καὶ Καῖσαρ εἶπε. καὶ μετὰ τοῦτο ἐβουλεύσατο μὲν παρεξεῖναι αὐτούς, ὅπως φεύγουσί σφισι κατὰ νώτου ἐπίθηται ῾αὐτός τε γὰρ ταχυναυτῶν διὰ βραχέος σφᾶς αἱρήσειν ἤλπισε, καὶ ἐκείνων ἐκδήλων ὅτι ἐκδρᾶναί πῃ ἐπιχειροῦσι γενομένων ἀμαχεὶ τοὺς λοιποὺς ἐκ τούτου προσάξεσθαι [2] προσεδόκησεν᾽, κωλυθεὶς δὲ ὑπὸ τοῦ Ἀγρίππου φοβηθέντος μὴ ὑστερήσωσιν αὐτῶν 1 ἱστίοις χρήσεσθαι μελλόντων, καί τι καὶ θαρσήσας ὡς οὐ χαλεπῶς κρατήσων ὅτι ὑετός τε ἐν τούτῳ λάβρος καὶ ζάλη πολλὴ ἔς τε τὸ τοῦ Ἀντωνίου ναυτικὸν μόνον ἐσέπεσε καὶ πᾶν αὐτὸ [3] συνετάραξε, τούτου 2 μὲν ἐπέσχε, παμπόλλους δὲ καὶ αὐτὸς πεζοὺς ἐπὶ τὰς ναῦς ἐπιβιβάσας, καὶ πάντας τοὺς ἑταίρους ἐς ὑπηρετικὰ ἐμβαλών, ὅπως ἐν τάχει περιπλέοντες τοῖς τε ναυμαχοῦσι τὰ δέοντα παραινέσωσι καὶ ἑαυτῷ τὰ προσήκοντα [4] διαγγέλλωσι, τὸν ἔκπλουν σφῶν ἐπετήρει. καὶ αὐτῶν ἀναχθέντων τε ὑπὸ σάλπιγγος, καὶ πυκναῖς ταῖς ναυσὶν ὀλίγον ἔξω τῶν στενῶν παραταξαμένων καὶ μηδαμῇ πρϊόντων, ὥρμησε μὲν ὡς καὶ ἑστῶσί σφισι προσμίξων καὶ ἀναχωρῆσαί σφας ποιήσων: ἐπεὶ δ᾽ οὔτ᾽ ἀντεξώρμησαν οὔτ᾽ ἀνέστρεψαν, ἀλλὰ κατὰ χώραν ἔμενον καὶ προσέτι [5] καὶ ἰσχυρῶς τῇ συντάξει ἐπεπύκνωντο, ἐν ἀπόρῳ τε ἔσχετο, καὶ τὰς κώπας ἐς τὸ ὕδωρ τοῖς ναύταις καθεῖναι κελεύσας ἀνέσχε χρόνον τινά, καὶ μετὰ [p. 504] τοῦτο τὰ κέρατα ἐξαίφνης ἀμφότερα ἀπὸ σημείου ἐπεξαγαγὼν ἐπέκαμψεν, ἐλπίσας μάλιστα μὲν περιστοιχιεῖσθαί σφας, εἰ δὲ μή, τὴν γοῦν τάξιν [6] αὐτῶν διαλύσειν. οὖν Ἀντώνιος φοβηθεὶς τήν τε ἐπίκαμψιν αὐτοῦ καὶ τὴν περίσχεσιν ἀντεπεξηγάγετο ὅσον ἐδύνατο, καὶ ἐς χεῖράς οἱ καὶ ἄκων ἦλθε.

1 au)tw=n R Steph., au)to\n *wM.

2 tou/tou Xyl., tou=to *wM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: