previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἕτεροι δὲ οὐδὲν τῶν μυθωδεστέρων ἀξιοῦντες ἱστορικῇ γραφῇ προσήκειν τήν τε ἀπόθεσιν τὴν τῶν βρεφῶν οὐχ ὡς ἐκελεύσθη τοῖς ὑπηρέταις γενομένην ἀπίθανον εἶναί φασι, καὶ τῆς λυκαίνης τὸ τιθασόν, τοὺς μαστοὺς ἐπεῖχε τοῖς παιδίοις, ὡς δραματικῆς μεστὸν ἀτοπίας διασύρουσιν: [2] ἀντιδιαλλαττόμενοι [p. 141] δὲ πρὸς ταῦτα λέγουσιν ὡς Νεμέτωρ, ἐπειδὴ τὴν Ἰλίαν ἔγνω κύουσαν, ἕτερα παρασκευασάμενος παιδία νεογνὰ διηλλάξατο τεκούσης αὐτῆς τὰ βρέφη καὶ τὰ μὲν ὀθνεῖα δέδωκε τοῖς φυλάττουσι τὰς ὠδῖνας ἀποφέρειν εἴτε χρημάτων τὸ πιστὸν τῆς χρείας αὐτῶν πριάμενος εἴτε διὰ γυναικῶν τὴν ὑπαλλαγὴν μηχανησάμενος, καὶ αὐτὰ λαβὼν Ἀμόλιος ὅτῳ δή τινι τρόπῳ ἀναιρεῖ: τὰ δ᾽ ἐκ τῆς Ἰλίας γενόμενα περὶ παντὸς ποιούμενος μητροπάτωρ διασώζεσθαι δίδωσι τῷ Φαιστύλῳ. [3] τὸν δὲ Φαιστύλον τοῦτον Ἀρκάδα μὲν εἶναί φασι τὸ γένος ἀπὸ τῶν σὺν Εὐάνδρῳ, κατοικεῖν δὲ περὶ τὸ Παλλάντιον ἐπιμέλειαν ἔχοντα τῶν Ἀμολίου κτημάτων. χαρίσασθαι δὲ Νεμέτορι τὴν ἐκτροφὴν τῶν παίδων τἀδελφῷ πειθόμενον ὄνομα Φαυστίνῳ τὰς περὶ τὸν Αὐεντῖνον τρεφομένας τοῦ [4] Νεμέτορος ἀγέλας ἐπιτροπεύοντι: τήν τε τιθηνησαμένην τὰ παιδία καὶ μαστοὺς ἐπισχοῦσαν οὐ λύκαιναν εἶναί φασιν, ἀλλ᾽ ὥσπερ εἰκὸς γυναῖκα τῷ Φαιστύλῳ συνοικοῦσαν Λαυρεντίαν ὄνομα, δημοσιευούσῃ ποτὲ τὴν τοῦ σώματος ὥραν οἱ περὶ τὸ Παλλάντιον διατρίβοντες ἐπίκλησιν ἔθεντο τὴν Λούπαν: ἔστι δὲ τοῦτο Ἑλληνικόν τε καὶ ἀρχαῖον ἐπὶ ταῖς μισθαρνούσαις τἀφροδίσια τιθέμενον, αἳ νῦν εὐπρεπεστέρᾳ κλήσει ἑταῖραι προσαγορεύονται. ἀγνοοῦντας δέ τινας αὐτὸ πλάσαι τὸν περὶ τῆς λυκαίνης μῦθον, ἐπειδὴ κατὰ [p. 142] τὴν γλῶτταν, ἣν τὸ Λατίνων ἔθνος φθέγγεται, λούπα καλεῖται τοῦτο τὸ θηρίον. ἡνίκα δὲ τῆς ἐν τῷ γάλακτι τροφῆς ἀπηλλάγη τὰ παιδία, δοθῆναι πρὸς τῶν τρεφόντων εἰς Γαβίους πόλιν οὐ μακρὰν ἀπὸ τοῦ [5] Παλλαντίου κειμένην, ὡς Ἑλλάδα παιδείαν ἐκμάθοιεν, κἀκεῖ παρ᾽ ἀνδράσιν ἰδιοξένοις τοῦ Φαιστύλου τραφῆναι γράμματα καὶ μουσικὴν καὶ χρῆσιν ὅπλων Ἑλληνικῶν ἐκδιδασκομένους μέχρις ἥβης. [6] ἐπεὶ δὲ ἀφίκοντο πρὸς τοὺς νομιζομένους γονεῖς συμβῆναι τὴν διαφορὰν αὐτοῖς πρὸς τοὺς Νεμέτορος βουκόλους περὶ τῶν συννόμων χωρίων: ἐκ δὲ τούτου πληγὰς αὐτοῖς δόντας ὡς αὐτοὺς ἀπελάσαι τὰς ἀγέλας, ποιῆσαι δὲ ταῦτα τῇ γνώμῃ τοῦ Νεμέτορος, ἵν᾽ ἀρχὴ γένοιτο ἐγκλημάτων καὶ ἅμα παρουσίας εἰς τὴν πόλιν τῷ νομευτικῷ [7] πλήθει πρόφασις. ὡς δὲ ταῦτ᾽ ἐγένετο Νεμέτορα μὲν Ἀμολίου καταβοᾶν, ὡς δεινὰ πάσχοι διαρπαζόμενος ὑπὸ τῶν ἐκείνου βουκόλων, καὶ ἀξιοῦν εἰ μηδενὸς αἴτιος τῶν ἐκείνου ἐστὶ παραδοῦναι τὸν βουφορβὸν αὑτῷ καὶ τοὺς υἱοὺς ἐπὶ δίκῃ: Ἀμόλιον δὲ ἀπολύσασθαι βουλόμενον τὴν αἰτίαν τούς τε αἰτηθέντας καὶ τοὺς ἄλλους ἅπαντας, ὅσοι παρεῖναι τοῖς γενομένοις εἶχον αἰτίαν, ἥκειν κελεύειν δίκας ὑφέξοντας τῷ Νεμέτορι. [8] πολλῶν δὲ συνελθόντων ἅμα τοῖς ἐπαιτίοις ἐπὶ τῇ προφάσει τῆς δίκης φράσαντα τοῖς νεανίσκοις τὸν μητροπάτορα πᾶσαν τὴν καταλαβοῦσαν [p. 143] αὐτοὺς τύχην καὶ φήσαντα τιμωρίαν νῦν εἴ ποτε καιρὸν εἶναι λαβεῖν, αὐτίκα ποιήσασθαι σὺν τῷ νομευτικῷ πλήθει τὴν ἐπίθεσιν. περὶ μὲν οὖν γενέσεως καὶ τροφῆς τῶν οἰκιστῶν τῆς Ῥώμης ταῦτα λέγεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: