previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μὲν οὖν πιστότατος τῶν λόγων, κέχρηται τῶν παλαιῶν συγγραφέων Ἑλλάνικος ἐν τοῖς [p. 76] Τρωικοῖς, περὶ τῆς Αἰνείου φυγῆς τοιός2δε ἐστίν. εἴρηνται δὲ καὶ ἄλλοις τισὶ περὶ τῶν αὐτῶν οὐ κατὰ ταὐτὰ ἔχοντες λόγοι, οὓς ἧττον ἔγωγε τούτου πιθανοὺς εἶναι νομίζω. κρινέτω δὲ ὡς ἕκαστος τῶν ἀκουόντων βούλεται. [2] Σοφοκλῆς μὲν τραγῳδοποιὸς ἐν Λαοκόωντι δράματι μελλούσης ἁλίσκεσθαι τῆς πόλεως πεποίηκε τὸν Αἰνείαν ἀνασκευαζόμενον εἰς τὴν Ἴδην, κελευσθέντα ὑπὸ τοῦ πατρὸς Ἀγχίσου κατὰ τὴν μνήμην ὧν Ἀφροδίτη ἐπέσκηψε καὶ ἀπὸ τῶν νεωστὶ γενομένων περὶ τοὺς Λαοκοωντίδας σημείων τὸν μέλλοντα ὄλεθρον τῆς πόλεως συντεκμηραμένου. ἔχει δ᾽ ἐν αὐτῷ τὰ ἰαμβεῖα ἐν ἀγγέλου προσώπῳ λεγόμενα ὧδε:

νῦν δ᾽ ἐν πύλαισιν Αἰνέας τῆς θεοῦ
πάρεστ᾽ ἐπ᾽ ὤμων πατέρ᾽ ἔχων κεραυνίου
νώτου καταστάζοντα βύσσινον φάρος.
κύκλῳ δὲ πᾶσαν οἰκετῶν παμπληθίαν:
συμπλάζεται δὲ πλῆθος οὐχ ὅσον δοκεῖς,
οἳ τῆς2δ᾽ ἐρῶσι τῆς ἀποικίας Φρυγῶν.
[3] Μενεκράτης δὲ Ξάνθιος προδοῦναι τοῖς Ἀχαιοῖς αὐτὸν ἀποφαίνει τὴν πόλιν τῆς πρὸς Ἀλέξανδρον ἔχθρας ἕνεκα, καὶ διὰ τὴν εὐεργεσίαν ταύτην Ἀχαιοὺς αὐτῷ συγχωρῆσαι διασώσασθαι τὸν οἶκον. σύγκειται [p. 77] δὲ αὐτῷ λόγος ἀρξαμένῳ ἀπὸ τῆς Ἀχιλλέως ταφῆς τὸν τρόπον τόνδε: ῾Ἀχαιοὺς δ᾽ ἀνίη εἶχε καὶ ἐδόκεον τῆς στρατιῆς τὴν κεφαλὴν ἀπηράχθαι. ὅμως δὲ τάφον αὐτῷ δαίσαντες ἐπολέμεον βίῃ πάσῃ, ἄχρις Ἴλιος ἑάλω Αἰνείεω ἐνδόντος. Αἰνείης γὰρ ἄτιτος ἐὼν ὑπὸ Ἀλεξάνδρου καὶ ἀπὸ γερέων ἱερῶν ἐξειργόμενος ἀνέτρεψε Πρίαμον: ἐργασάμενος δὲ ταῦτα εἷς Ἀχαιῶν ἐγεγόνεἰ. [4] ἄλλοι δέ τινες ἐπὶ τοῦ ναυστάθμου τοῦ Τρωικοῦ τυχεῖν αὐτὸν τηνικαῦτα διατρίβοντα λέγουσιν, οἱ δ᾽ εἰς Φρυγίαν ἀπεσταλμένον ὑπὸ Πριάμου μετὰ δυνάμεως ἐπί τινα χρείαν στρατιωτικήν: εἰσὶ δ᾽ οἳ μυθωδεστέραν αὐτοῦ ποιοῦσι τὴν ἔξοδον. ἐχέτω δ᾽ ὅπῃ τις αὑτὸν πείθει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: