previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπειδὴ δὲ τούτους καταστρεψάμενος τῶν παρόδων ἐκράτησεν, οἱ μέν τινες ἑκούσιοι παρεδίδοσαν αὐτῷ τὰς πόλεις, μάλιστα δὲ ὅσοι ἀπὸ τοῦ Ἑλληνικοῦ γένους ἦσαν δυνάμεις οὐκ εἶχον ἀξιοχρέους, οἱ δὲ πλείους ἐκ πολέμου καὶ πολιορκίας παρίσταντο. [2] ἐν δὴ τούτοις τοῖς μάχῃ κρατηθεῖσι καὶ τὸν ὑπὸ Ῥωμαίων μυθολογούμενον Κάκον, δυνάστην τινὰ κομιδῇ βάρβαρον καὶ ἀνθρώπων ἀνημέρων ἄρχοντα, γενέσθαι φασὶν αὐτῷ διάφορον, ἐρυμνοῖς χωρίοις ἐπικαθήμενον καὶ διὰ ταῦτα τοῖς πλησιοχώροις ὄντα λυπηρόν. [p. 68] ὃς ἐπειδὴ καταστρατοπεδεύσαντα τὸν Ἡρακλέα ἔμαθεν ἐν τῷ προσεχεῖ πεδίῳ, λῃστρικῶς διασκευασάμενος ἐπιδρομῇ αἰφνιδίῳ ἐχρήσατο κατακοιμωμένου τοῦ στρατοῦ καὶ τῆς λείας ὅσῃ ἐπέτυχεν ἀφυλάκτῳ [3] περιβαλόμενος ἀπήλασεν. ὕστερον δὲ κατακλεισθεὶς ὑπὸ τῶν Ἑλλήνων εἰς πολιορκίαν, τά τε φρούρια κατὰ κράτος ἁλόντ᾽ ἐπεῖδε καὶ αὐτὸς ἐν τοῖς ἐρύμασιν ἀνῃρέθη. τῶν δὲ φρουρίων αὐτοῦ κατασκαφέντων τὰ πέριξ χωρία οἱ συνεξελθόντες Ἡρακλεῖ κατὰ σφᾶς ἕτεροι παρέλαβον Ἀρκάδες τέ τινες οἱ σὺν Εὐάνδρῳ καὶ Φαῦνος τῶν Ἀβοριγίνων βασιλεύς. εἰκάσειε δ᾽ ἄν τις καὶ τοὺς ὑπομείναντας αὐτόθι τῶν Ἑλλήνων Ἐπειοὺς καὶ τοὺς ἐκ Φενεοῦ Ἀρκάδας καὶ Τρῶας ἐπὶ [4] φυλακῇ τῆς χώρας καταλειφθῆναι. στρατηγικὸν γὰρ δὴ καὶ τοῦτο τῶν Ἡρακλέους ἔργων καὶ οὐδενὸς ἧττον θαυμάζεσθαι ἐπιτήδειον, τὸ δὴ τοὺς ἀνασπάστους ἐκ τῶν κεκρατημένων πόλεων τέως μὲν ἐπάγεσθαι κατὰ τὰς στρατείας, ἐπεὶ δὲ προθύμως τοὺς πολέμους συνδιενέγκαιεν εἰς τὰ δορίκτητα κατοικίζειν καὶ τοῖς παρ᾽ ἑτέρων ἐπιχορηγηθεῖσι δωρεῖσθαι πλούτοις. διὰ μὲν δὴ ταῦτα μέγιστον ὄνομα καὶ κλέος Ἡρακλέους [p. 69] ἐν Ἰταλίᾳ γεγενῆσθαι, καὶ οὐ τῆς παρόδου χάριν, σεμνὸν οὐδὲν προσῆν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: