previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἰ δέ τινας ταράττει τὸ πολλαχῇ λέγεσθαί τε καὶ δείκνυσθαι τάφους Αἰνείου ἀμηχάνου ὄντος ἐν πλείοσι τὸν αὐτὸν τεθάφθαι χωρίοις, ἐνθυμηθέντες ὅτι κοινόν ἐστιν ἐπὶ πολλῶν τοῦτό γε τὸ ἄπορον [p. 87] καὶ μάλιστα τῶν μὲν ἐπιφανεῖς τὰς τύχας, πλάνητας δὲ τοὺς βίους ἐσχηκότων, μαθέτωσαν ὅτι χωρίον μὲν ἓν τὸ δεξάμενον τὰ σώματα αὐτῶν ἦν, μνημεῖα δὲ παρὰ πολλοῖς κατεσκεύαστο δι᾽ εὔνοιαν τῶν ἐν ὠφελείαις τισὶ δι᾽ αὐτοὺς γενομένων, μάλιστα εἰ τοῦ γένους αὐτῶν τι περιῆν πόλεώς τινος ἀπόκτισις χρόνιοί τινες καὶ φιλάνθρωποι μοναί: οἷα δὴ καὶ περὶ [2] τόνδε τὸν ἥρωα μυθολογούμενα ἴσμεν. Ἰλίῳ μὲν γὰρ τὸ μὴ πασσυδὶ διαφθαρῆναι κατὰ τὴν ἅλωσιν παρασχών, τῇ δὲ καλουμένῃ Βεβρυκίᾳ τὸ ἐπικουρικὸν διασωθῆναι παρασκευάσας, ἐν Φρυγίᾳ δὲ τὸν υἱὸν Ἀσκάνιον βασιλέα καταλιπών, ἐν Παλλήνῃ δὲ πόλιν ἐπώνυμον κτίσας, ἐν Ἀρκαδίᾳ δὲ θυγατέρας κηδεύσας, ἐν Σικελίᾳ δὲ μέρος τῆς στρατιᾶς ὑπολιπόμενος, ἐν πολλοῖς δὲ ἄλλοις χωρίοις φιλανθρώπους τὰς διατριβὰς δωρήσασθαι δοκῶν ἑκούσιον εἶχε παρ᾽ αὐτῶν τὴν εὔνοιαν, δι᾽ ἣν τὸν μετ᾽ ἀνθρώπων βίον ἐκλιπὼν ἡρώοις ἐκοσμεῖτο καὶ μνημάτων κατασκευαῖς πολλαχῇ. [3] ἐπεὶ φέρε τίνας ἂν αἰτίας ἔχοι τις ὑποθέσθαι τῶν ἐν Ἰταλίᾳ αὐτοῦ μνημάτων, εἰ μήτε ἦρξε τούτων τῶν χωρίων μήτε καταγωγὰς ἐν αὐτοῖς ἐποιήσατο μήθ᾽ ὅλως ἐγνώσθη πρὸς αὐτῶν; ἀλλ᾽ ὑπὲρ μὲν τούτων καὶ αὖθις λεχθήσεται, καθότι ἂν λόγος ἐφ᾽ ἑκάστου καιροῦ δηλωθῆναι ἀπαιτῇ. [p. 88]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: