previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


σκεδασθέντες δὲ κατὰ τὴν φυγὴν οἱ μὲν εἰς Κρήτην ἀπῆλθον, οἱ δὲ τῶν Κυκλάδων νήσων τινὰς κατέσχον, οἱ δὲ τὴν περὶ τὸν Ὄλυμπόν τε καὶ τὴν Ὄσσαν, καλουμένην δὲ Ἑστιαιῶτιν ᾤκισαν, ἄλλοι δὲ εἴς τε Βοιωτίαν καὶ Φωκίδα καὶ Εὔβοιαν διεκομίσθησαν: οἱ δ᾽ εἰς τὴν Ἀσίαν περαιωθέντες τῆς περὶ τὸν Ἑλλήσποντον παραλίου πολλὰ χωρία κατέσχον καὶ τῶν παρακειμένων αὐτῇ νήσων ἄλλας τε συχνὰς καὶ τὴν νῦν καλουμένην Λέσβον, ἀναμιχθέντες τοῖς ἐκ τῆς Ἑλλάδος στέλλουσι τὴν πρώτην ἀποικίαν εἰς αὐτὴν ἄγοντος Μάκαρος τοῦ Κριάσου. [2] τὸ δὲ πλεῖον αὐτῶν μέρος διὰ τῆς μεσογείου τραπόμενοι πρὸς τοὺς ἐν Δωδώνῃ κατοικοῦντας σφῶν συγγενεῖς, οἷς οὐδεὶς ἠξίου πόλεμον ἐπιφέρειν ὡς ἱεροῖς, χρόνον μέν τινα σύμμετρον αὐτόθι διέτριψαν: ἐπεὶ δὲ λυπηροὶ αὐτοῖς ὄντες ᾐσθάνοντο οὐχ ἱκανῆς οὔσης ἅπαντας τρέφειν τῆς γῆς, ἐκλείπουσι τὴν χώραν χρησμῷ πειθόμενοι κελεύοντι πλεῖν εἰς Ἰταλίαν, τότε Σατορνία ἐλέγετο. [3] κατασκευασάμενοι δὲ ναῦς πολλὰς περαιοῦνται τὸν Ἰόνιον, σπουδὴν μὲν ποιούμενοι τῶν [p. 29] ἔγγιστα τῆς Ἰταλίας ἅψασθαι χωρίων: ὑπὸ δὲ νοτίου πνεύματος καὶ ἀγνοίας τῶν τόπων μετεωρότεροι ἐνεχθέντες καὶ πρὸς ἑνὶ τῶν τοῦ Πάδου στομάτων ὁρμισάμενοι Σπινῆτι καλουμένῳ ναῦς μὲν αὐτοῦ ταύτῃ καταλείπουσι καὶ τὸν ἥκιστα δυνάμενον ταλαιπωρεῖν ὄχλον, φυλακὴν ἐπ᾽ αὐταῖς καταστήσαντες, ὡς ἔχοιεν εἰ [4] μὴ προχωροίη σφίσι τὰ πράγματα καταφυγήν. καὶ οἱ μὲν ὑπομείναντες ἐν τούτῳ τῷ χωρίῳ, τεῖχος τῷ στρατοπέδῳ περιβαλόμενοι καὶ ταῖς ναυσὶν εἰσκομίσαντες τὰς εἰς τὸν βίον εὐπορίας, ἐπειδὴ κατὰ γνώμην ἐδόκει χωρεῖν αὐτοῖς τὰ πράγματα, πόλιν ἔκτισαν ὁμώνυμον τῷ στόματι τοῦ ποταμοῦ: εὐτύχησάν τε μάλιστα τῶν περὶ τὸν Ἰόνιον οἰκούντων θαλαττοκρατοῦντες ἄχρι πολλοῦ, καὶ δεκάτας εἰς Δελφοὺς ἀνῆγον τῷ θεῷ καὶ τῶν ἀπὸ τῆς θαλάττης ὠφελειῶν, [5] εἴπερ τινὲς καὶ ἄλλοι, λαμπροτάτας. ὕστερον μέντοι μεγάλῃ χειρὶ τῶν προσοικούντων βαρβάρων ἐπιστρατευσάντων αὐτοῖς ἐξέλιπον τὴν πόλιν: οἱ δὲ βάρβαροι μετὰ χρόνον ἀνέστησαν ὑπὸ Ῥωμαίων. καὶ τὸ μὲν ἐν τῷ Σπινῆτι καταλειφθὲν γένος τῶν Πελασγῶν οὕτως ἐφθάρη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: