This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ὅτε Ἀλέξανδρος τὴν ἐν Ἰσσῷ
μάχην ἀγωνιεῖσθαι ἔμελλεν, ὡς Εὐμένης ὁ Καρδιανὸς
ἐν τῇ πρὸς Ἀντίπατρον ἐπιστολῇ λέγει, ἕωθεν εἰσελθὼν
εἰς τὴν σκηνὴν αὐτοῦ ὁ Ἡφαιστίων, εἴτ᾽ ἐπιλαθόμενος
εῖτ᾽ ἐκταραχθεὶς ὥσπερ ἐγὼ εἴτε καὶ θεοῦ τινος τοῦτο
καταναγκάσαντος, ταὐτὸν ἐμοὶ ἔφη, Ὑγίαινε, βασιλεῦ,
καιρὸς ἤδη παρατάττεσθαι. ταραχθέντων δὲ τῶν παρόντων
πρὸς τὸ παράδοξον τῆς προσαγορεύσεως καὶ τοῦ
Ηφαιστίωνος ὀλίγου δεῖν ὑπ᾽ αἰδοῦς ἐκθανόντος, Ἀλέξανδρος,
Δέχομαι, εἶπε, τὴν κλῃδόνα: τὸ γὰρ σώους
ἐπανήξειν ἀπὸ τῆς μάχης ἤδη μοι ὑπέσχηται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.