next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

χαλεπὸν μὲν ἄνθρωπον ὄντα δαίμονός τινος ἐπήρειαν διαφυγεῖν, πολὺ δὲ χαλεπώτερον ἀπολογίαν εὑρεῖν παραλόγου καὶ δαιμονίου πταίσματος, ἅπερ ἀμφότερα νῦν ἐμοὶ συμβέβηκεν, ὃς ἀφικόμενος παρὰ σέ, ὡς προσείποιμι τὸ ἑωθινόν, δέον τὴν συνήθη ταύτην φωνὴν ἀφεῖναι καὶ χαίρειν κελεύειν, ἐγὼ δὲ χρυσοῦς ἐπιλαθόμενος ὑγιαίνειν σε ἠξίουν, εὔφημον μὲν καὶ τοῦτο, οὐκ ἐν καιρῷ δὲ ὡς οὐ κατὰ τὴν ἕω. ἐγὼ μὲν οὖν ἐπὶ τούτῳ εὐθὺς ἴδιόν τε καὶ ἠρυθρίων καὶ παντοῖος ἦν ὑπὸ ἀπορίας, οἱ παρόντες δὲ οἱ μὲν παραπαίειν, ὡς τὸ εἰκός, οἱ δὲ ληρεῖν ὑφ᾽ ἡλικίας, οἱ δὲ χθεσινῆς κραιπάλης ἀνάμεστον ἔτι ᾤοντό με εἶναι, εἰ καὶ ὅτι μάλιστα σὺ ἐπιεικῶς ἤνεγκας τὸ γεγονὸς οὐδ᾽ ὅσον ἄκρῳ τῷ μειδιάματι ἐπισημηνάμενος τῆς γλώττης τὴν διαμαρτίαν. ἔδοξεν οὖν μοι καλῶς ἔχειν παραμυθίαν τινὰ ἐμαυτῷ συγγράψαι, ὡς μὴ πάνυ ἀνιῴμην ἐπὶ τῷ πταίσματι μηδ᾽ ἀφόρητον ἡγοίμην, εἰ πρεσβύτης ἀνὴρ τοσοῦτον ἀπεσφάλην τοῦ καλῶς ἔχοντος ἐπὶ τοσούτων μαρτύρων: ἀπολογίας μὲν γὰρ οὐδὲν ἔδει, οἶμαι, ὑπὲρ γλώττης εἰς οὕτως εὔφημον εὐχὴν ὀλισθούσης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: