This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
πρῶτος δ᾽ αὐτὸ Φιλιππίδης ὁ ἡμεροδρομήσας λέγεται
ἀπὸ Μαραθῶνος ἀγγέλλων τὴν νίκην εἰπεῖν πρὸς
τοὺς ἄρχοντας καθημένους καὶ πεφροντικότας ὑπὲρ τοῦ
τέλους τῆς μάχης, Χαίρετε, νικῶμεν, καὶ τοῦτο εἰπὼν
συναποθανεῖν τῇ ἀγγελίᾳ καὶ τῷ χαίρειν συνεκπνεῦσαι.
ἐν ἐπιστολῆς δὲ ἀρχῇ Κλέων ὁ Ἀθηναῖος δημαγωγὸς ἀπὸ
Σφακτηρίας πρῶτον χαίρειν προὔθηκεν εὐαγγελιζόμενος
τὴν νίκην τὴν ἐκεῖθεν καὶ τὴν τῶν Σπαρτιατῶν ἅλωσιν:
καὶ ὅλως γε μετ᾽ ἐκεῖνον ὁ Νικίας ἀπὸ Σικελίας
ἐπιστέλλων ἐν τῷ ἀρχαίῳ τῶν ἐπιστολῶν διέμεινεν ἀπ᾽
αὐτῶν ἀρξάμενος τῶν πραγμάτων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.