previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[12] ναί, φησί τις. ἀλλὰ νῦν ἑκάστου καιρὸς ἴδιος ὑφ᾽ ἡμῶν ἀποδέδεικται, σὺ δὲ τοῦτον ἐναλλάξας, εἰ καὶ μηδὲν ἄλλο ἔφησθα; ὅμως τῷ δικαίῳ λόγῳ οὐκ ἂν ἔξω εἴης τοῦ ἡμαρτηκέναι, ὥσπερ ἂν εἴ τις περὶ τῇ κνήμῃ τὸ κράνος περὶ τῇ κεφαλῇ τὰς κνημῖδας ἐπιδήσαιτο. ἀλλ᾽, βέλτιστε, φαίην ἂν κἀγὼ πρὸς αὐτόν, εἰκότως ἂν ταῦτα ἔλεγες, εἴ τις ὅλως καιρὸς ἦν ὑγιείας μὴ δεόμενος, νῦν δὲ καὶ ἕωθεν καὶ μεσούσης ἡμέρας καὶ νύκτωρ ἀεὶ τὸ ὑγιαῖνον ἀναγκαῖον, καὶ μάλιστα τοῖς ἄρχουσι καὶ πολλὰ πράττουσιν ὑμῖν, ὅσῳ καὶ πρὸς τὰ πολλὰ δεῖσθε τοῦ σώματος: ἔτι δὲ μὲν χαῖρε εἰπὼν μόνον εὐφήμῳ τῇ ἀρχῇ ἐχρήσατο, καὶ ἔστιν εὐχὴ το πρᾶγμα, δὲ ὑγιαίνειν παρακελευόμενος καὶ χρήσιμόν τι δρᾷ καὶ ὑπομιμνήσκει τῶν πρὸς τὸ ὑγιαίνειν συντελούντων, καὶ οὐ συνεύχεται μόνον, ἀλλὰ καὶ παραγγέλλει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: