This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
ἐπὶ γοῦν τοῦ
πρώτου Σεβαστοῦ καὶ τοιόνδε τι λέγεται γενέσθαι: ὁ μὲν
ἔτυχε δίκην τινὰ δικάσας ὀρθῶς καὶ ἀπολύσας ἐγκλήματος
[p. 334]
τοῦ μεγίστου ἀδίκως συκοφαντούμενον ἄνθρωπον,
ὁ δὲ χάριν ὁμολογῶν μεγάλῃ τῇ φωνῇ, Χάριν οἶδά σοι,
ἔφη, ὦ αὐτοκράτορ, ὅτι κακῶς καὶ ἀδίκως ἐδίκασας: καὶ
τῶν περὶ Σεβαστὸν ἀγανακτησάντων καὶ διασπάσασθαι
τὸν ἄνθρωπον ἐθελόντων, Παύσασθε χαλεπαίνοντες,
ἐκεῖνος ἔφη: οὐ γὰρ τὴν γλῶτταν αὐτοῦ, ἀλλὰ τὴν γνώμην
ἐξετάζειν ἄξιον. ἐκεῖνος μὲν οὕτως: σὺ δ᾽ εἴτε τὴν
γνώμην σκέψαιο, πάνυ εὔνουν εὑρήσεις, εἴτε τὴν γλῶτταν,
εὔφημος καὶ αὐτή.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.