[6] συστάσης δὲ τῆς περὶ τὸν Λάρισσον αὐτοῖς ποταμὸν ἰσχυρᾶς μάχης πρός Αἰτωλοὺς καὶ Ἠλείους, ὁ τῶν Ἠλείων ἵππαρχος Δαμόφαντος [p. 274] ὥρμησεν ἐπὶ τὸν Φιλοποίμενα προεξελάσας. δεξάμενος δὲ τὴν ὁρμὴν ἐκεῖνος αὐτοῦ καὶ φθάσας τῷ δόρατι παίει καὶ καταβάλλει τὸν Δαμόφαντον. [7] εὐθὺς δὲ τούτου πεσόντος ἔφυγον οἱ πολέμιοι, καὶ λαμπρὸς ἦν ὁ Φιλοποίμην, ὡς οὔτε κατὰ χεῖρα τῶν νέων τινὸς οὔτε συνέσει τῶν πρεσβυτέρων ἀπολειπόμενος, ἀλλὰ καὶ μάχεσθαι καὶ στρατηγεῖν ἱκανώτατος.