previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἦν δὲ τότε τοῖς Ἀχαιοῖς πρὸς Μαχανίδαν πόλεμος τὸν Λακεδαιμονίων τύραννον, ἀπὸ πολλῆς καὶ μεγάλης δυνάμεως ἐπιβουλεύοντα πᾶσι Πελοποννησίοις. ὡς οὖν εἰς τὴν Μαντίνειαν ἐμβεβληκὼς ἀπηγγέλθη, κατὰ τάχος Φιλοποίμην ἐξήγαγε τὴν στρατιὰν ἐπ᾽ αὐτόν, ἐγγὺς δὲ τῆς πόλεως παρετάξαντο πολλοῖς μὲν ξένοις ἑκάτεροι, πάσαις δὲ ὁμοῦ τι ταῖς πολιτικαῖς δυνάμεσι. [2] γενομένου δὲ τοῦ ἀγῶνος ἐν χερσίν, Μαχανίδας τοῖς ξένοις τοὺς τῶν Ἀχαιῶν προτεταγμένους ἀκοντιστὰς καὶ Ταραντίνους τρεψάμενος ἀντὶ τοῦ χωρεῖν εὐθὺς ἐπὶ τοὺς μαχομένους καὶ παραρρηγνύναι τὸ συνεστηκός ἐξέπεσε διώκων καὶ παρήλλαξε τὴν φάλαγγα τῶν Ἀχαιῶν ἐν τάξει μενόντων, [3] δὲ Φιλοποίμην τηλικούτου πταίσματος ἐν ἀρχῇ γενομένου καὶ τῶν πραγμάτων ἀπολωλέναι κομιδῇ καὶ διεφθάρθαι δοκούντων, τοῦτο μὲν ὅμως προσεποιεῖτο παρορᾶν καὶ μηδὲν [p. 282] ἡγεῖσθαι δεινόν, κατιδὼν δὲ τοὺς πολεμίους, ὅσον ἡμάρτανον ἐν τῇ διώξει, τῆς φάλαγγος ἀπορρηγνυμένους καὶ κενὴν χώραν διδόντας, οὐκ ἀπήντησεν οὐδ᾽ ἐνέστη φερομένοις αὐτοῖς ἐπὶ τοὺς φεύγοντας, [4] ἀλλ᾽ ἐάσας παρελθεῖν καὶ διάσπασμα ποιῆσαι μέγα πρὸς τοὺς ὁπλίτας εὐθὺς ἦγε τῶν Λακεδαιμονίων, ὁρῶν τὴν φάλαγγα γυμνὴν ἀπολελειμμένην, καὶ κατὰ κέρας παραδραμὼν ἐνέβαλε, μήτε ἄρχοντος αὐτοῖς παρόντος μήτε μάχεσθαι προσδεχομένοις: νικᾶν γὰρ ἡγοῦντο καὶ κρατεῖν παντάπασι, διώκοντα τὸν Μαχανίδαν ὁρῶντες. [5] ὠσάμενος δὲ τούτους φόνῳ πολλῷ λέγονται γὰρ ὑπὲρ τοὺς τετρακισχιλίους ἀποθανεῖν ὥρμησεν ἐπὶ τὸν Μαχανίδαν ἐκ τῆς διώξεως ἀναστρέφοντα μετὰ τῶν ξένων, τάφρου δὲ μεγάλης καὶ βαθείας ἐν μέσῳ διειργούσης, παρεξήλαυνον ἀλλήλοις ἑκατέρωθεν, μὲν διαβῆναι καὶ φυγεῖν, [6] δὲ τοῦτο κωλῦσαι βουλόμενος, ἦν δὲ ὄψις οὐχ ὡς στρατηγῶν μαχομένων, ἀλλ᾽ ὥσπερ θηρίῳ πρὸς ἀλκὴν ὑπ᾽ ἀνάγκης τρεπομένῳ δεινοῦ κυνηγέτου τοῦ Φιλοποίμενος συνεστῶτος,, ἔνθα μὲν ἵππος τοῦ τυράννου ῥωμαλέος ὢν καὶ θυμοειδὴς καὶ τοῖς μύωψιν αἱμαχθεὶς ἑκατέρωθεν ἐπετόλμησε τῇ διαβάσει, καὶ προσβαλὼν τῇ τάφρῳ τὸ στῆθος ἐβιάζετο τοῖς προσθίοις πέραν ἐρείσασθαι σκέλεσιν. [7] ἐν δὲ τούτῳ Σιμίας καὶ Πολύαινος, οἵπερ ἀεὶ τῷ Φιλοποίμενι παρῆσαν μαχομένῳ καὶ συνήσπιζον, ὁμοῦ προσήλαυνον ἀμφότεροι τὰς αἰχμὰς κλίναντες ἐναντίας, φθάνει δὲ αὐτοὺς Φιλοποίμην ἀπαντήσας τῷ Μαχανίδᾳ, καὶ τὸν ἵππον αὐτοῦ μετεωρίζοντα τὴν κεφαλὴν πρὸ τοῦ [p. 284] σώματος ὁρῶν μικρὸν ἐνέκλινε τὸν ἴδιον, καὶ διαλαβὼν τὸ ξυστὸν ἐκ χειρὸς ὠθεῖ καὶ περιτρέπει τὸν ἄνδρα συνεπερείσας. [8] τοῦτο ἔχων τὸ σχῆμα χαλκοῦς ἐν Δελφοῖς ἕστηκεν ὑπὸ τῶν Ἀχαιῶν θαυμασάντων μάλιστα καὶ τὴν πρᾶξιν αὐτοῦ καὶ τὴν στρατηγίαν ἐκείνην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1921)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: