[4] οἱ δ᾽ ἱππεῖς τῶν Ἀχαιῶν ἐκ τῆς φυγῆς ἀναλαβόντες αὑτούς, ὡς οὐδαμοῦ φανερὸς ἦν ὁ Φιλοποίμην, ἀλλ᾽ ἐδόκει τεθνάναι, πολὺν μὲν χρόνον ἐπέστησαν ἀνακαλούμενοι τὸν ἄνδρα καὶ δίδοντες ἀλλήλοις λόγον ὡς αἰσχρὰν σωτηρίαν καὶ ἄδικον σῴζονται προέμενοι τοῖς πολεμίοις τὸν στρατηγόν ἀφειδήσαντα τοῦ ζῆν δι᾽ αὑτούς, [5] ἔπειτα προϊόντες ἅμα καὶ πολυπραγμονοῦντες ἐπύθοντο τὴν σύλληψιν αὐτοῦ καὶ διήγγελλον εἰς τὰς πόλεις τῶν Ἀχαιῶν, οἱ δὲ συμφορὰν ποιούμενοι μεγάλην ἀπαιτεῖν μὲν ἔγνωσαν τὸν ἄνδρα παρὰ τῶν Μεσσηνίων πρεσβείαν πέμψαντες, αὐτοὶ δὲ παρεσκευάζοντο στρατεύειν.