This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἤδη δὲ γεγονὼς ἔτος ἑβδομηκοστόν, ὄγδοον δὲ τῶν Ἀχαιῶν στρατηγῶν, ἤλπιζεν οὐ μόνον ἐκείνην τήν ἀρχὴν ἀπολέμως διάξειν, ἀλλὰ καὶ τοῦ βίου τὸ λοιπὸν αὐτῷ μεθ᾽ ἡσυχίας καταβιῶναι τὰ πράγματα παρέξειν. ὡς γὰρ αἱ νόσοι ταῖς τῶν σωμάτων ῥώμαις συναπομαραίνεσθαι δοκοῦσιν, οὕτως ἐν ταῖς Ἑλληνικαῖς πόλεσιν ἐπιλειπούσης τῆς δυνάμεως ἔληγε τὸ φιλόνικον.
[2]
οὐ
μὴν ἀλλὰ Νέμεσίς τις ὥσπερ ἀθλητὴν εὐδρομοῦντα πρὸς τέρμασι τοῦ βίου κατέβαλε, λέγεται γὰρ ἔν τινι συλλόγῳ τῶν παρόντων ἐπαινούντων ἄνδρα δεινὸν εἶναι δοκοῦντα περὶ στρατηγίαν εἰπεῖν τὸν Φιλοποίμενα, ‘καὶ πῶς ἄξιον ἐκείνου λόγον ἔχειν τοῦ ἀνδρός, ὅστις ἥλω ζῶν ὑπὸ τῶν πολεμίων;’
[3]
μεθ᾽ ἡμέρας δὲ ὀλίγας Δεινοκράτης Μεσσήνιος, ἄνθρωπος ἰδίᾳ τε τῷ Φιλοποίμενι προσκεκρουκώς καὶ τοῖς ἄλλοις ἐπαχθὴς διὰ πονηρίαν καὶ ἀκολασίαν, τήν τε Μεσσήνην
[p. 308]
ἀπέστησε τῶν Ἀχαιῶν, καὶ κώμην τήν καλουμένην Κολωνίδα προσηγγέλθη μέλλων καταλαμβάνειν ὁ δὲ Φιλοποίμην ἔτυχε μὲν ἐν Ἄργει πυρέσσων, πυθόμενος δὲ ταῦτα συνέτεινεν εἰς Μεγάλην πόλιν ἡμέρᾳ μιᾷ σταδίους πλείονας ἢ τετρακοσίους.
[4]
κἀκεῖθεν εὐθὺς ἐβοήθει τοὺς ἱππεῖς ἀναλαβών, οἵπερ ἦσαν ἐνδοξότατοι μὲν τῶν πολιτῶν, νέοι δὲ κομιδῇ, δι᾽ εὔνοιαν τοῦ Φιλοποίμενος καὶ ζῆλον ἐθελονταὶ συστρατεύοντες. ἱππασάμενοι δὲ πρὸς τήν Μεσσήνην καὶ περὶ τὸν Εὐάνδρου λόφον
[5]
ἀπαντῶντι τῷ Δεινοκράτει συμπεσόντες ἐκεῖνον
μὲν ἐτρέψαντο, τῶν δὲ πεντακοσίων, οἳ τήν χώραν τῶν Μεσσηνίων παρεφύλαττον, ἐξαίφνης ἐπιφερομένων καὶ τῶν πρότερον ἡττημένων, ὡς τούτους κατεῖδον, αὖθις ἀνὰ τοὺς λόφους ἀθροιζομένων, δείσας ὁ Φιλοποίμην κυκλωθῆναι καὶ τῶν ἱππέων φειδόμενος ἀνεχώρει διὰ τόπων χαλεπῶν, αὐτὸς οὐραγῶν καὶ πολλάκις ἀντεξελαύνων τοῖς πολεμίοις καὶ ὅλως ἐπισπώμενος ἐφ᾽ ἑαυτόν, οὐ τολμώντων ἀντεμβαλεῖν ἐκείνων, ἀλλὰ κραυγαῖς καὶ περιδρομαῖς χρωμένων ἄποθεν.
[6]
ἀφιστάμενος
οὖν πολλάκις διὰ τοὺς νεανίσκους καὶ καθ᾽ ἕνα παραπέμπων ἔλαθεν ἐν πολλοῖς ἀπομονωθεὶς πολεμίοις. καὶ συνάψαι μὲν εἰς χεῖρας οὐδεὶς ἐτόλμησεν αὐτῷ, πόρρωθεν δὲ βαλλόμενος καὶ βιαζόμενος πρὸς χωρία πετρώδη καὶ παράκρημνα χαλεπῶς μετεχειρίζετο καὶ κατέξαινε τὸν ἵππον.
[7]
αὐτῷ δὲ τὸ μὲν γῆρας ὑπὸ ἀσκήσεως πολλῆς ἐλαφρὸν ἦν καὶ πρὸς οὐδὲν ἐμπόδιον εἰς τὸ
[p. 310]
σωθῆναι, τότε δὲ καὶ διὰ τήν ἀρρωστίαν τοῦ σώματος ἐνδεοῦς γεγονότος καὶ διὰ τήν ὁδοιπορίαν κατακόπου, βαρὺν ὄντα καὶ δυσκίνητον ἤδη σφαλεὶς ὁ ἵππος εἰς τήν γῆν κατέβαλε, σκληροῦ δὲ τοῦ πτώματος γενομένου καὶ τῆς κεφαλῆς παθούσης ἔκειτο πολὺν χρόνον ἄναυδος, ὥστε καὶ τοὺς πολεμίους τεθνάναι δόξαντας αὐτόν ἐπιχειρεῖν στρέφειν τὸ σῶμα καὶ σκυλεύειν.
[8]
ἐπεὶ δὲ τήν κεφαλὴν ἐπάρας διέβλεψεν, ἀθρόοι περιπεσόντες ἀπέστρεφον αὐτοῦ τὰς χεῖρας ὀπίσω καὶ δήσαντες ἦγον, ὕβρει χρώμενοι πολλῇ καὶ λοιδορίᾳ κατ᾽ ἀνδρὸς οὐδὲ ὄναρ ἄν ποτε παθεῖν ὑπὸ Δεινοκράτους ταῦτα προσδοκήσαντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.