This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ζῶντος μὲν οὖν αὐτοῦ πάντων ἐτύγχανε, τελευτήσαντος δὲ τὴν ἀμοιβὴν τῆς φιλοξενίας ἀποδιδούς ἔθρεψεν αὐτοῦ τὸν υἱὸν ὀρφανὸν ὄντα, καθάπερ φησὶν Ὅμηρος ὑπὸ τοῦ Φοίνικος τὸν Ἀχιλλέα τραφῆναι, γενναίαν τινὰ καὶ βασιλικὴν τοῦ ἤθους εὐθὺς ἐξ ἀρχῆς πλάσιν καὶ αὔξησιν λαμβάνοντος, ἤδη δὲ τοῦ Φιλοποίμενος ἀντίπαιδος ὄντος Ἔκδημος καὶ Μεγαλοφάνης οἱ Μεγαλοπολῖται διεδέξαντο τὴν ἐπιμέλειαν, Ἀρκεσιλάῳ συνήθεις ἐν Ἀκαδημείᾳ γεγονότες
καὶ φιλοσοφίαν μάλιστα τῶν καθ᾽ ἑαυτοὺς ἐπὶ πολιτείαν καὶ πράξεις προαγαγόντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.