previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τιγράνῃ δ᾽, ὡς πρῶτος ἀγγείλας ἥκοντα Λούκουλλον οὐκ ἐχαίρησεν, ἀλλ᾽ ἀπετέτμητο τὴν κεφαλήν, οὐδεὶς ἄλλος ἔφραζεν, ἀλλ᾽ ἀγνοῶν καθῆστο περικαιόμενος ἤδη τῷ πολεμίῳ [p. 550] πυρί, λόγους ἀκούων πρὸς χάριν, ὡς μέγαν ὄντα Λούκουλλον στρατηγόν, εἰ πρὸς Ἐφέσῳ Τιγράνην ὑποσταίη καὶ μὴ φεύγων εὐθὺς ἐξ Ἀσίας οἴχοιτο τὰς τοσαύτας μυριάδας ἰδών. [2] οὕτως οὔτε σώματος παντός ἐστι πολὺν ἄκρατον ἐνεγκεῖν οὔτε διανοίας τῆς τυχούσης ἐν εὐτυχήμασι μεγάλοις μὴ ἐκστῆναι τῶν λογισμῶν, πρῶτος δ᾽ αὐτῷ τῶν φίλων ἐτόλμησε Μιθροβαρζάνης φράσαι τὸ ἀληθές, οὐδ᾽ οὗτος δὲ χρηστὸν ἠνέγκατο γέρας τῆς παρρησίας. ἐπέμφθη γὰρ εὐθὺς ἐπὶ τὸν Λούκουλλον σὺν ἱππεῦσι τρισχιλίοις, πεζοῖς δὲ παμπόλλοις, κελευσθεὶς τὸν μὲν στρατηγὸν ἄγειν ζῶντα, τοὺς δ᾽ ἄλλους καταπατῆσαι.

[3] Λουκούλλῳ δὲ τῆς στρατιᾶς μὲν ἤδη κατεζεύγνυεν, δὲ ἔτι προσῄει. τῶν δὲ σκοπῶν αὐτῷ φρασάντων ἐπελαύνοντα τὸν βάρβαρον, ἔδεισε μὴ χωρὶς ὄντας καὶ οὐκ ἐν τάξει προσπεσὼν ταράξῃ. καὶ αὐτὸς μὲν καθίστατο τὴν στρατοπεδείαν, Σεξτίλιον δὲ πρεσβευτὴν ἔπεμψεν ἱππεῖς ἔχοντα χιλίους ἑξακοσίους, ὁπλίτας δὲ καὶ ψιλοὺς οὐ πολλῷ πλείονας, [4] κελεύσας ἐγγὺς προσελθόντα τοῖς πολεμίοις μένειν, ἕως ἂν πύθηται τοὺς μετ᾽ αὐτοῦ κατεστρατοπεδευκότας. ἐβούλετο μὲν οὖν Σεξτίλιος ταῦτα ποιεῖν, ἐβιάσθη δ᾽ ὑπὸ τοῦ Μιθροβαρζάνου θρασέως ἐπελαύνοντος εἰς χεῖρας ἐλθεῖν. καὶ γενομένης μάχης μὲν Μιθροβαρζάνης ἔπεσεν ἀγωνιζόμενος, οἱ δ᾽ ἄλλοι φεύγοντες ἀπώλοντο πλὴν ὀλίγων ἅπαντες.

[5] ἐκ τούτου Τιγράνης μὲν ἐκλιπὼν Τιγρανόκερτα, μεγάλην πόλιν ἐκτισμένην ὑπ᾽ αὐτοῦ, [p. 552] πρὸς τὸν Ταῦρον ἀνεχώρησε καὶ τὰς δυνάμεις πανταχόθεν ἐνταῦθα συνῆγε, Λούκουλλος δὲ τῇ παρασκευῇ χρόνον οὐ διδούς Μουρήναν μὲν ἐξέπεμψεν ἐνοχλήσοντα καὶ περικόψοντα τοὺς ἀθροιζομένους πρὸς τὸν Τιγράνην, Σεξτίλιον δὲ πάλιν Ἀράβων χεῖρα μεγάλην ἀνείρξοντα βασιλεῖ προσιοῦσαν: [6] ὁμοῦ δὲ Σεξτίλιος μὲν ἐπιπεσὼν στρατόπεδον ποιουμένοις τοῖς Ἄραψι τοὺς πλείστους διέφθειρε, Μουρήνας δ᾽ ἑπόμενος Τιγράνῃ τραχὺν αὐλῶνα καὶ στενόπορον στρατῷ μακρῷ διεκβάλλοντι καιροῦ παρασχόντος ἐπιτίθεται, καὶ φεύγει μὲν αὐτὸς Τιγράνης προέμενος τὴν ἀποσκευὴν ἅπασαν, ἀποθνῄσκουσι δὲ πολλοὶ καὶ πλείονες ἁλίσκονται τῶν Ἀρμενίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: