[6] χρησάμενος οὖν τῷ καιρῷ διεβίβαζε τὴν στρατιάν: καὶ γίνεται σημεῖον αὐτῷ χρηστὸν ἅμα τῇ διαβάσει, βόες ἱεραὶ νέμονται Περσίας Ἀρτέμιδος, ἣν μάλιστα θεῶν οἱ πέραν Εὐφράτου βάρβαροι τιμῶσι χρῶνται δὲ ταῖς βουσὶ πρὸς θυσίαν μόνον, ἄλλως δὲ πλάζονται κατὰ τὴν χώραν ἄφετοι, χαράγματα φέρουσαι τῆς θεοῦ λαμπάδα, καὶ λαβεῖν ἐξ αὑτῶν, ὅταν δεηθῶσιν, οὐ πάνυ ῥᾴδιόν ἐστιν οὐδὲ μικρᾶς πραγματείας. [7] τούτων μία, τοῦ στρατοῦ διαβάντος τὸν Εὐφράτην, ἐλθοῦσα πρός τινα πέτραν ἱερὰν τῆς θεοῦ νομιζομένην ἐπ᾽ αὐτῆς ἔστη, καὶ καταβαλοῦσα τὴν κεφαλὴν, ὥσπερ αἱ δεσμῷ κατατεινόμεναι, θῦσαι τῷ Λουκούλλῳ παρέσχεν αὑτήν, ἔθυσε δὲ καὶ τῷ Εὐφράτῃ ταῦρον διαβατήρια. [8] κἀκείνην μὲν αὐτοῦ τὴν ἡμέραν ηὐλίσατο, τῇ δ᾽ ὑστεραίᾳ καὶ ταῖς ἐφεξῆς προῆγε διὰ τῆς Σωφηνῆς, οὐδὲν ἀδικῶν τοὺς ἀνθρώπους προσχωροῦντας αὐτῷ καὶ δεχομένους τὴν στρατιὰν ἀσμένους, ἀλλὰ καὶ τῶν στρατιωτῶν φρούριόν τι δοκοῦν ἔχειν χρήματα πολλὰ βουλομένων λαβεῖν ‘ἐκεῖνο,’ ἔφη, ‘μᾶλλον τὸ φρούριον ἡμῖν ἐκκοπτέον ἐστί’ δεῖξας τὸν Ταῦρον ἄπωθεν ὄντα, ‘ταῦτα δ᾽ ἀπόκειται τοῖς νικῶσι.’ συντείνας δὲ τὴν πορείαν καὶ τὸν Τίγριν διαβάς ἐνέβαλεν εἰς τὴν Ἀρμενίαν.