Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Λουκούλλῳ δ᾽
ἀνεμέσητος ἡ πρὸς τὴν σύγκλητον ἀπέβη φιλοτιμία, ψηφιζομένης γὰρ αὐτῆς πρὸς τὸν πόλεμον ἀπὸ τρισχιλίων ταλάντων ἐξαρτύεσθαι ναυτικόν, ἐκώλυσε πέμψας γράμματα καὶ μεγαληγορήσας,
[p. 510]
ὡς ἄνευ δαπάνης καὶ
τοσαύτης
παρασκευῆς ταῖς τῶν συμμάχων ναυσὶ Μιθριδάτην ἐκβαλεῖ τῆς θαλάττης. καὶ τοῦτο ὑπῆρξεν αὐτῷ τοῦ θεοῦ συναγωνισαμένου. λέγεται γὰρ Ἀρτέμιδος χόλῳ Πριαπίνης ὁ χειμὼν ἐμπεσεῖν τοῖς Ποντικοῖς συλήσασιν αὐτῆς τὸ ἱερὸν καὶ τὸ ξόανον ἀνασπάσασι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.