Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἔπεμψεν οὖν εἰς Πόντον τοῖς περὶ Σωρνάτιον ἡγεμόσιν ἐπιστείλας ἄγειν τὴν ἐκεῖ στρατιὰν πρὸς αὐτόν, ὡς ἐκ τῆς Γορδυηνῆς ἀναβησόμενος. οἱ δὲ καὶ πρότερον χαλεποῖς χρώμενοι καὶ δυσπειθέσι τοῖς στρατιώταις τότε παντελῶς ἀπεκάλυψαν αὐτῶν τὴν ἀκολασίαν, οὐδενὶ τρόπῳ πειθοῦς οὐδ᾽ ἀνάγκης εὑρόμενοι προσαγαγέσθαι μαρτυρομένους καὶ βοῶντας, ὡς οὐδ᾽ αὐτόθι μενοῦσιν, ἀλλ᾽ οἰχήσονται τὸν Πόντον ἔρημον ἀπολιπόντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.