Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ἀπεκρίνατο μὲν οὖν τῷ Ἀππίῳ μὴ προήσεσθαι Μιθριδάτην, καὶ Ῥωμαίους πολέμου ἄρχοντας ἀμυνεῖθαι. Λουκούλλῳ δ᾽ ὀργιζόμενος, ὅτι βασιλέα μόνον αὐτόν, οὐ βασιλέων ἐν τῇ ἐπιστολῇ προσηγόρευσεν, οὐδ᾽ αὐτὸς ἀντιγράφων αὐτοκράτορα προσεῖπεν. ἔπεμψε δὲ δῶρα τῷ Ἀππίῳ λαμπρά, καὶ μὴ λαβόντος ἄλλα πλείω προσέθηκεν. ἐκ τούτων ὁ Ἄππιος οὐκ ἐθέλων δοκεῖν ἔχθρᾳ τινὶ διωθεῖσθαι φιάλην δεξάμενος μίαν ἀπέπεμψε τὰ λοιπά, καὶ διὰ ταχέων ἀπήλαυνε πρὸς τὸν αὐτοκράτορα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.