Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκ
τούτου κατέλυσαν μὲν οἱ Συρακούσιοι
τὸ ναυτικόν, οὐδὲν γὰρ ἦν ἔργον αὐτοῦ, μεγάλαι
δὲ δαπάναι τοῖς πλέουσι, καὶ στάσεως ἀφορμαὶ
τοῖς ἄρχουσι: τὴν δὲ ἄκραν ἐπολιόρκουν ἐξοικοδομήσαντες
τὸ
περιτείχισμα. μηδενὸς δὲ τοῖς
πολιορκουμένοις βοηθοῦντος, ἐπιλιπόντος δὲ σίτου,
τῶν δὲ μισθοφόρων γινομένω: πονηρῶν,
ἀπογνοὺς ὁ υἱὸς τοῦ Διονυσίου τὰ πράγματα καὶ
σπεισάμενος πρὸς τὸν Δίωνα τὴν μὲν ἄκραν ἐκείνῳ
μετὰ τῶν ὅπλων καὶ τῆς ἄλλης κατασκευῆς παρέδωκεν,
[2]
αὐτὸς δὲ τὴν μητέρα καὶ τὰς ἀδελφὰς ἀναλαβὼν καὶ πέντε πληρωσάμενος τριήρεις ἐξέπλει πρὸς τὸν πατέρα,
τοῦ Δίωνος ἀσφαλῶς μὲν ἐκπέμποντος, οὐδενὸς δὲ τῶν ἐν Συρακούσαις ἀπολείποντος ἐκείνην τὴν ὄψιν, ἀλλὰ καὶ τοὺς μὴ περόντας ἐπιβοωμένων, ὅτι τὴν ἡμέραν ταύτην καὶ τὸν ἥλιον ἐλευθέραις ἀνίσχοντα ταῖς Συρακούσαις οὐκ ἐφορῶσιν.
[3]
ὅπου γὰρ ἔτι νῦν τῶν λεγομένων κατὰ τῆς τύχης παραδειγμάτων ἐμφανέστατόν ἐστι καὶ μέγιστον ἡ Διονυσίου φυγή, τίνα χρὴ δοκεῖν αὐτῶν ἐκείνων τὴν τότε χαρὰν γενέσθαι καὶ πηλίκον φρονῆσαι τοὺς τὴν μεγίστην τῶν πώποτε τυραννίδων καθελόντας ἐλαχίσταις ἀφορμαῖς;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.