previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοιούτοις χρησάμενος λογισμοῖς Δίων ἀφῆκε τοὺς περὶ τὸν Ἡρακλείδην. τραπόμενος δὲ πρὸς τὸ διατείχισμα, τῶν μὲν Συρακουσίων ἕκαστον ἐκέλευσεν ἕνα κόψαντα σταυρὸν ἐγγὺς καταβάλλειν, τοὺς δὲ ξένους ἐπιστήσας διὰ νυκτός, ἀναπαυομένων τῶν Συρακουσίων, ἔλαθεν ἀποσταυρώσας τὴν ἀκρόπολιν, ὥστε μεθ᾽ ἡμέραν τὸ τάχος καὶ τὴν ἐργασίαν θεασαμένους ὁμοίως θαυμάζειν τοὺς πολίτας καὶ τοὺς πολεμίους, [2] θάψας δὲ τοὺς τεθνηκότας τῶν Συρακουσίων καὶ λυσάμενος τοὺς ἑαλωκότας, δισχιλίων οὐκ [p. 102] ἐλάττονας ὄντας, ἐκκλησίαν συνήγαγε, καὶ παρελθὼν Ἡρακλείδης εἰσηγήσατο γνώμην αὐτοκράτορα στρατηγὸν ἑλέσθαι Δίωνα κατὰ γῆν καὶ θάλασσαν. ἀποδεξαμένων δὲ τῶν ἀρίστων καὶ χειροτονεῖν κελευόντων ἐθορύβησεν ναυτικὸς ὄχλος καὶ βάναυσος, ἀχθόμενος ἐκπίπτοντι τῆς ναυαρχίας τῷ Ἡρακλείδῃ, καὶ νομίζων αὐτόν, εἰ καὶ τἆλλα μηδενὸς ἄξιός ἐστι, δημοτικώτερόν γε πάντως εἶναι τοῦ Δίωνος καὶ μᾶλλον ὑπὸ χεῖρα τοῖς πολλοῖς. [3] δὲ Δίων τοῦτο μὲν ἐφῆκεν αὐτοῖς καὶ τὴν κατὰ θάλατταν ἀρχὴν ἀπέδωκε τῷ Ἡρακλείδῃ, πρὸς δὲ τῆς γῆς καὶ τῶν οἰκιῶν τὸν ἀναδασμὸν ὡρμημένοις ἐναντιωθείς καὶ τὰ πρότερον ψηφισθέντα περὶ τούτων ἀκυρώσας ἐλύπησεν. ὅθεν εὐθὺς ἑτέραν ἀρχὴν λαβὼν Ἡρακλείδης τοὺς συνεκπλεύσαντας μετ᾽ αὐτοῦ στρατιώτας καὶ ναύτας ἐν Μεσσήνῃ καθήμενος ἐδημαγώγει καὶ παρώξυνε κατὰ τοῦ Δίωνος ὡς τυραννεῖν μέλλοντος: αὐτὸς δὲ πρὸς Διονύσιον ἐποιεῖτο συνθήκας κρύφα διὰ Φάρακος τοῦ Σπαρτιάτου. [4] καὶ τοῦτο τῶν γνωριμωτάτων Συρακουσίων ὑπονοησάντων, στάσις ἦν ἐν τῷ στρατοπέδῳ καὶ δι᾽ αὐτὴν ἀπορία καὶ σπάνις ἐν ταῖς Συρακούσαις, ὥστε παντάπασιν ἀμηχανεῖν τὸν Δίωνα καὶ κακῶς ἀκούειν ὑπὸ τῶν φίλων οὕτω δυσμεταχείριστον ἄνθρωπον καὶ διεφθαρμένον ὑπὸ φθόνου καὶ πονηρίας αὐξήσαντα καθ᾽ αὑτοῦ τὸν Ἡρακλείδην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: