Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ὁ δὲ
Δίων τοῦτο μὲν ἐφῆκεν αὐτοῖς καὶ τὴν κατὰ θάλατταν ἀρχὴν ἀπέδωκε τῷ Ἡρακλείδῃ, πρὸς δὲ τῆς γῆς καὶ τῶν οἰκιῶν τὸν ἀναδασμὸν ὡρμημένοις ἐναντιωθείς καὶ τὰ πρότερον ψηφισθέντα περὶ τούτων ἀκυρώσας ἐλύπησεν.
ὅθεν εὐθὺς ἑτέραν ἀρχὴν λαβὼν ὁ Ἡρακλείδης τοὺς συνεκπλεύσαντας μετ᾽ αὐτοῦ στρατιώτας καὶ ναύτας ἐν Μεσσήνῃ καθήμενος ἐδημαγώγει καὶ παρώξυνε κατὰ τοῦ Δίωνος ὡς τυραννεῖν μέλλοντος: αὐτὸς δὲ πρὸς Διονύσιον ἐποιεῖτο συνθήκας κρύφα διὰ Φάρακος τοῦ Σπαρτιάτου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.