Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
χλευαζομένης γὰρ, ὡς ἔοικε, τῆς Γέλωνος ἀρχῆς, αὐτόν τε τὸν Γέλωνα τοῦ Διονυσίου γέλωτα τῆς Σικελίας γεγονέναι φήσαντος, οἱ μὲν ἄλλοι τὸ σκῶμμα προσεποιοῦντο θαυμάζειν, ὁ δὲ Δίων δυσχεράνας, ‘καὶ μὴν,’ ἔφη, ‘σὺ τυραννεῖς διὰ Γέλωνα πιστευθείς: διὰ σὲ δὲ οὐδεὶς ἕτερος πιστευθήσεται.’ τῷ γὰρ ὄντι φαίνεται κάλλιστον μὲν Γέλων ἐπιδειξάμενος θέαμα μοναρχουμένην πόλιν, αἴσχιστον δὲ Διονύσιος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.