Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
καὶ Μαρσύαν δέ τινα τῶν προηγμένων ὑπ᾽ αὐτοῦ καὶ τεταγμένων ἐφ᾽ ἡγεμονίας ἀνεῖλε δόξαντα κατὰ, τοὺς ὕπνους σφάττειν αὐτόν, ὡς ἀπ᾽ ἐννοίας μεθημερινῆς καὶ
διαλογισμοῦ τῆς ὄψεως ταύτης εἰς τὸν ὕπνον αὐτῷ παραγενομένης. ὁ μὲν δὴ Πλάτωνι θυμωθείς ὅτι μὴ πάντων αὐτὸν ἀνθρώπων ἀνδρειότατον ὄντα ἀπέφηνεν, οὕτω περίφοβον καὶ τοσούτων ὑπὸ δειλίας κακῶν μεστὴν εἶχε τὴν ψυχήν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.