Κεφ. δ᾽. ΜΕΛΙΣΣΟΣ
1 [24] Μέλισσος Ἰθαιγένους Σάμιος. οὗτος ἤκουσε Παρμενίδου: ἀλλὰ καὶ εἰς λόγους ἦλθεν Ἡρακλείτῳ: ὅτε καὶ συνέστησεν αὐτὸν τοῖς Ἐφεσίοις ἀγνοοῦσι, καθάπερ Ἱπποκράτης Δημόκριτον Ἀβδηρίταις. γέγονε δὲ καὶ πολιτικὸς ἀνὴρ καὶ ἀποδοχῆς παρὰ τοῖς πολίταις ἠξιωμένος: ὅθεν ναύαρχος αἱρεθεὶς ἔτι καὶ μᾶλλον ἐθαυμάσθη διὰ τὴν οἰκείαν ἀρετήν.Ἐδόκει δ᾽ αὐτῷ τὸ πᾶν ἄπειρον εἶναι καὶ ἀναλλοίωτον καὶ ἀκίνητον καὶ ἓν ὅμοιον ἑαυτῷ καὶ
πλῆρες: κίνησίν τε μὴ εἶναι, δοκεῖν δ᾽ εἶναι. ἀλλὰ καὶ περὶ θεῶν ἔλεγε μὴ δεῖν ἀποφαίνεσθαι: μὴ γὰρ εἶναι γνῶσιν αὐτῶν.
Φησὶ δ᾽ Ἀπολλόδωρος ἠκμακέναι αὐτὸν κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα.