Κεφ. δ᾽. ΠΙΤΤΑΚΟΣ
1 [74] Πιττακὸς Ὑρραδίου Μυτιληναῖος. φησὶ δὲ Δοῦρις τὸν πατέρα αὐτοῦ Θρᾷκα εἶναι. οὗτος μετὰ τῶν Ἀλκαίου γενόμενος ἀδελφῶν Μέλαγχρονκαθεῖλε τὸν τῆς Λέσβου τύραννον: καὶ περὶ τῆς Ἀχιλείτιδος χώρας μαχομένων Ἀθηναίων καὶ Μυτιληναίων ἐστρατήγει μὲν αὐτός, Ἀθηναίων δὲ Φρύνων παγκρατιαστὴς Ὀλυμπιονίκης. συνέθετο δὴ μονομαχῆσαι πρὸς αὐτόν: καὶ δίκτυον ἔχων ὑπὸ τὴν ἀσπίδα λαθραίως περιέβαλε τὸν Φρύνωνα, καὶ κτείνας ἀνεσώσατο τὸ χωρίον. ὕστερον μέντοι φησὶν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς διαδικασθῆναι τοὺς Ἀθηναίους περὶ τοῦ χωρίου πρὸς τοὺς Μυτιληναίους, ἀκουοντος τῆς δίκης Περιάνδρου, ὃν καὶ τοῖς Ἀθηναίοις προσκρῖναι.
2 [75] Τότε δ᾽ οὖν τὸν Πιττακὸν ἰσχυρῶς ἐτίμησαν οἱ Μυτιληναῖοι, καὶ τὴν ἀρχὴν ἐνεχείρισαν αὐτῷ. ὁ δὲ δέκα ἔτη κατασχὼν καὶ εἰς τάξιν ἀγαγὼν τὸ πολίτευμα, κατέθετο τὴν ἀρχήν, καὶ δέκα ἐπεβίω ἄλλα. καὶ χώραν αὐτῷ ἀπένειμαν οἱ Μυτιληναῖοι: ὁ δὲ ἱερὰν ἀνῆκεν, ἥτις νῦν Πιττάκειος καλεῖται. Σωσικράτης δέ φησιν ὅτι ὀλίγον ἀποτεμόμενος ἔφη τὸ ἥμισυ τοῦ παντὸς πλεῖον εἶναι. ἀλλὰ καὶ Κροίσου διδόντος χρήματα οὐκ ἐδέξατο, εἰπὼν ἔχειν ὧν ἐβούλετο διπλάσια: ἄπαιδος γὰρ τἀδελφοῦ τελευτήσαντος κεκληρονομηκέναι.
3 [76] Παμφίλη δέ φησιν ἐν τῷ δευτέρῳ τῶν Ὑπομνημάτων, ὡς τὸν υἱὸν αὐτοῦ Τυρραῖον καθήμενον ἐπὶ κουρείου ἐν Κύμῃ χαλκεύς τις πέλεκυν ἐμβαλὼν ἀνέλοι. τῶν δὲ Κυμαίων πεμψάντων τὸν φονέα τῷ Πιττακῷ, μαθόντα καὶ ἀπολύσαντα εἰπεῖν, "συγγνώμη μετανοίας κρείσσων." Ἡράκλειτος δέ
φησιν, Ἀλκαῖον ὑποχείριον λαβόντα καὶ ἀπολύσαντα φάναι, "συγγνώμη τιμωρίας κρείσσων."
Νόμους δὲ ἔθηκε: τῷ μεθύοντι, ἐὰν ἁμάρτῃ, διπλῆν εἶναι τὴν ζημίαν: ἵνα μὴ μεθύωσι, πολλοῦ κατὰ τὴν νῆσον οἴνου γινομένου. εἶπέ τε "χαλεπὸν ἐσθλὸν ἔμμεναι:" οὗ καὶ Σιμωνίδης μέμνηται λέγων: "ἄνδρ᾽ ἀγαθὸν ἀλαθέως γενέσθαι χαλεπόν, τὸ Πιττάκειον." 4 [77] μέμνηται αὐτοῦ καὶ Πλάτων ἐν Πρωταγόρᾳ: "ἀνάγκᾳ δ᾽ οὐδὲ θεοὶ μάχονται." καὶ "ἀρχὴ ἄνδρα δείκνυσιν." ἐρωτηθεὶς δέ ποτε τί ἄριστον, "τὸ παρὸν εὖ ποιεῖν." καὶ ὑπὸ Κροίσου τίς ἀρχὴ μεγίστη, "ἡ τοῦ ποικίλου," ἔφη, "ξύλου," σημαίνων τὸν νόμον. ἔλεγε δὲ καὶ τὰς νίκας ἄνευ αἵματος ποιεῖσθαι. ἔφη δὲ καὶ πρὸς τὸν Φωκαϊκὸν φάσκοντα δεῖν ζητεῖν ἄνθρωπον σπουδαῖον, "ἂν λίαν," ἔφη, "ζητῇς, οὐχ εὑρήσεις." καὶ πρὸς τοὺς πυνθανομένους τί εὐχάριστον, "χρόνος," ἔφη: ἀφανές, "τὸ μέλλον": πιστόν, "γῆ": ἄπιστον, "θάλασσα." ἔλεγέ τε συνετῶν ἀνδρῶν, πρὶν γενέ- 5 [78] σθαι τὰ δυσχερῆ, προνοῆσαι ὅπως μὴ γένηται: ἀνδρείων δέ, γενόμενα εὖ θέσθαι. ὃ μέλλεις πράττειν, μὴ πρόλεγε: ἀποτυχὼν γὰρ γελασθήσῃ. ἀτυχίαν μὴ ὀνειδίζειν, νέμεσιν αἰδούμενον. παρακαταθήκην λαβόντα ἀποδοῦναι. φίλον μὴ λέγειν κακῶς, ἀλλὰ μηδὲ ἐχθρόν. εὐσέβειαν ἀσκεῖν. σωφροσύνην φιλεῖν. ἀλήθειαν ἔχειν, πίστιν, ἐμπειρίαν, ἐπιδεξιότητα, ἑταιρίαν, ἐπιμέλειαν.
Τῶν δὲ ᾀδομένων αὐτοῦ μάλιστα εὐδοκίμησε τάδε:
ἔχοντα χρὴ τόξα καὶ ἰοδόκον φαρέτρην
πιστὸν γὰρ οὐδὲν γλῶσσα διὰ στόματος
6 [79] ἐποίησε δὲ καὶ ἐλεγεῖα ἔπη ἑξακόσια, καὶ ὑπὲρ νόμων καταλογάδην τοῖς πολίταις.
Ἤκμαζε μὲν οὖν περὶ τὴν τεσσαρακοστὴν δευτέραν Ὀλυμπιάδα: ἐτελεύτησε δ᾽ ἐπὶ Ἀριστομένους τῷ τρίτῳ ἔτει τῆς πεντηκοστῆς δευτέρας Ὀλυμπιάδος, βιοὺς ὑπὲρ ἔτη ἑβδομήκοντα, [ἤδη γηραιός]. καὶ αὐτῷ ἐπὶ τοῦ μνήματος ἐπιγέγραπται τόδε:
οἰκείοις δακρύοις ἁ γειναμένα κατακλαίει
Πιττακὸν ἥδ᾽ ἱερὰ Λέσβος ἀποφθίμενον.
ἀπόφθεγμα αὐτοῦ: καιρὸν γνῶθι.
Γέγονε δὲ καὶ ἕτερος Πιττακὸς νομοθέτης, ὥς φησι Φαβωρῖνος ἐν Ἀπομνημονευμάτων πρώτῳ καὶ Δημήτριος ἐν Ὁμωνύμοις, ὃς καὶ μικρὸς προσηγορεύθη.
Τὸν δ᾽ οὖν σοφὸν λέγεταί ποτε νεανίσκῳ συμβουλευομένῳ περὶ γάμου ταῦτα εἰπεῖν, ἅ φησι Καλλίμαχος ἐν τοῖς ἐπιγράμμασι:
7 [80] ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρραδίου:
ἄττα γέρον, δοιός με καλεῖ γάμος: ἡ μία μὲν δὴ νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατ᾽ ἐμέ:
ἡ δ᾽ ἑτέρη προβέβηκε. τί λώϊον; εἰ δ᾽ ἄγε σύν μοι βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.
εἶπεν: ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας, ἤνιδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος.
οἱ δ᾽ ἄρ᾽ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ.
κείνων ἔρχεο, φησί, μετ᾽ ἴχνια. χὠ μὲν ἐπέστη πλησίον: οἱ δ᾽ ἔλεγον: τὴν κατὰ σαυτὸν ἔλα.
ταῦτ᾽ ἀΐων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου δράξασθαι, παίδων κληδόνα8 συνθέμενος.
τὴν δ᾽ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην. οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.
9 [81] δοκεῖ δ᾽ ἐκ διαθέσεως αὐτὰ εἰρηκέναι. εὐγενεστέρα γὰρ αὐτῷ οὖσα ἡ γυνή, ἐπειδήπερ ἦν Δράκοντος ἀδελφὴ τοῦ Πενθίλου, σφόδρα κατεσοβαρεύετο αὐτοῦ.
Τοῦτον Ἀλκαῖος σαράποδα μὲν καὶ σάραπον ἀποκαλεῖ διὰ τὸ πλατύπουν εἶναι καὶ ἐπισύρειν τὼ πόδε: χειροπόδην δὲ διὰ τὰς ἐν τοῖς ποσὶ ῥαγάδας, ἃς χειράδας ἐκάλουν: γαύρηκα δὲ ὡς εἰκῆ γαυριῶντα: φύσκωνα δὲ καὶ γάστρωνα ὅτι παχὺς ἦν: ἀλλὰ μὴν καὶ ζοφοδορπίδαν ὡς ἄλυχνον: ἀγάσυρτον δὲ ὡς ἐπισεσυρμένον καὶ ῥυπαρόν. τούτῳ γυμνασία ἦν σῖτον ἀλεῖν, ὥς φησι Κλέαρχος ὁ φιλόσοφος.
Καὶ αὐτοῦ ἐστιν ἐπιστόλιον τοιόνδε:
"Κέλεαί με ἱκνέεσθαι ἐς Λυδίην, ὅπως σοι τὸν ὄλβον ἴδοιμι: ἐγὼ δὲ καὶ μὴ ὁρεὶς πέπεισμαι τὸν Ἀλυάττεω παῖδα τῶν βασιλήων πολυχρυσότατον πέλειν. οὐδέν τε πλέον ἄμμιν ἱκομένοις ἐς Σάρδις:
χρυσοῦ γὰρ οὐ δεύμεθα, ἀλλὰ πέπαμαι ἄρκια καὶ τοῖς ἐμοῖς ἑτάροις, ἔμπας δ᾽ ἵξομαι, ὡς ἀνδρὶ ξείνῳ γενοίμην τοι συνόμιλος."