Κεφ. σ᾽. ΣΦΑΙΡΟΣ
1 [177] Τούτου, καθάπερ προειρήκαμεν, ἤκουσε μετὰ Ζήνωνα καὶ Σφαῖρος ὁ Βοσποριανός, ὃς προκοπὴν ἱκανὴν περιποιησάμενος λόγων εἰς Ἀλεξάνδρειαν ἀπῄει πρὸς Πτολεμαῖον τὸν Φιλοπάτορα. λόγου δέ ποτε γενομένου περὶ τοῦ δοξάσειν τὸν σοφὸν καὶ τοῦ Σφαίρου εἰπόντος ὡς οὐ δοξάσει, βουλόμενος ὁ βασιλεὺς ἐλέγξαι αὐτόν, κηρίνας ῥόας ἐκέλευσε παρατεθῆναι: τοῦ δὲ Σφαίρου ἀπατηθέντος ἀνεβόησεν ὁ βασιλεὺς ψευδεῖ συγκατατεθεῖσθαι αὐτὸν φαντασίᾳ. πρὸς ὃν ὁ Σφαῖρος εὐστόχως ἀπεκρίνατο, εἰπὼν οὕτως συγκατατεθεῖσθαι, οὐχ ὅτι ῥόαι εἰσίν, ἀλλ᾽ ὅτι εὔλογόν ἐστι ῥόας αὐτὰς εἶναι: διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου. πρὸς δὲ Μνησίστρατον κατηγοροῦντα αὐτοῦ ὅτι Πτολεμαῖον οὔ φησι βασιλέα εἶναι, "τοιοῦτον δ᾽ ὄντα τὸν Πτολεμαῖον καὶ βασιλέα εἶναι."2 [178] Βιβλία δὲ γέγραφε τάδε:
Πρὸς τὰς ἀτόμους καὶ τὰ εἴδωλα.
Περὶ Ἡρακλείτου πέντε διατριβῶν.
Περὶ Λυκούργου καὶ Σωκράτους τρίς.
Περὶ τῶν Ἐρετριακῶν φιλοσόφων.