previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κεφ. σ᾽. ΞΕΝΟΦΩΝ

1 [48] Ξενοφῶν Γρύλλου μὲν ἦν υἱός, Ἀθηναῖος, τῶν δήμων Ἐρχιεύς: αἰδήμων δὲ καὶ εὐειδέστατος εἰς

ὑπερβολήν. τούτῳ δὲ ἐν στενωπῷ φασιν ἀπαντήσαντα Σωκράτην διατεῖναι τὴν βακτηρίαν καὶ κωλύειν παριέναι, πυνθανόμενον ποῦ πιπράσκοιτο τῶν προσφερομένων ἕκαστον: ἀποκριναμένου δὲ πάλιν πυθέσθαι, ποῦ δὲ καλοὶ κἀγαθοὶ γίνονται ἄνθρωποι: ἀπορήσαντος δέ, "ἕπου τοίνυν," φάναι, "καὶ μάνθανε." καὶ τοὐντεῦθεν ἀκροατὴς Σωκράτους ἦν. καὶ πρῶτος ὑποσημειωσάμενος τὰ λεγόμενα εἰς ἀνθρώπους ἤγαγεν, Ἀπομνημονεύματα ἐπιγράψας. ἀλλὰ καὶ ἱστορίαν φιλοσόφων πρῶτος ἔγραψε.

Καὶ αὐτόν φησιν Ἀρίστιππος ἐν τετάρτῳ Περὶ παλαιᾶς τρυφῆς ἐρασθῆναι Κλεινίου: 2 [49] πρὸς ὃν καὶ ταῦτα εἰπεῖν: "νῦν γὰρ ἐγὼ Κλεινίαν ἥδιον μὲν θεῶμαι τἄλλα πάντα τὰ ἐν ἀνθρώποις καλά: τυφλὸς δὲ τῶν ἄλλων πάντων δεξαίμην ἂν Κλεινίου ἑνὸς ὄντος γενέσθαι: ἄχθομαι δὲ καὶ νυκτὶ καὶ ὕπνῳ, ὅτι ἐκεῖνον οὐχ ὁρῶ: ἡμέρᾳ δὲ καὶ ἡλίῳ τὴν μεγίστην χάριν οἶδα, ὅτι μοι Κλεινίαν ἀναφαίνουσι."

Κύρῳ δὲ φίλος ἐγένετο τοῦτον τὸν τρόπον. ἦν αὐτῷ συνήθης Πρόξενος ὄνομα, γένος Βοιώτιος, μαθητὴς μὲν Γοργίου τοῦ Λεοντίνου, φίλος δὲ Κύρῳ. οὗτος ἐν Σάρδεσι διατρίβων παρὰ τῷ Κύρῳ ἔπεμψεν εἰς Ἀθήνας ἐπιστολὴν Ξενοφῶντι, καλῶν αὐτὸν ἵνα γένηται Κύρῳ φίλος. δὲ τὴν ἐπιστολὴν δεικνύει Σωκράτει καὶ σύμβουλον ᾑρεῖτο. 3 [50] καὶ ὃς ἀπέστειλεν αὐτὸν εἰς Δελφοὺς χρησόμενον τῷ θεῷ. πείθεται Ξενοφῶν: ἥκει παρὰ τὸν θεόν: πυνθάνεται οὐχὶ εἰ χρὴ ἀπιέναι πρὸς Κῦρον, ἀλλ᾽ ὅπως: ἐφ᾽ καὶ

Σωκράτης αὐτὸν ᾐτιάσατο, συνεβούλευσε δὲ ἐξελθεῖν. καὶ ὃς γίνεται παρὰ Κύρῳ, καὶ τοῦ Προξένου φίλος οὐχ ἧττον ἦν αὐτῷ. τὰ μὲν οὖν ἄλλα τὰ κατὰ τὴν ἀνάβασιν γενόμενα καὶ τὴν κάθοδον ἱκανῶς αὐτὸς ἡμῖν διηγεῖται. ἐχθρῶς δὲ διέκειτο πρὸς Μένωνα τὸν Φαρσάλιον παρὰ τὸν χρόνον τῆς ἀναβάσεως τὸν ξεναγόν: ὅτε καὶ λοιδορῶν αὐτόν φησιν αὑτοῦ μείζοσι κεχρῆσθαι παιδικοῖς. ἀλλὰ καὶ Ἀπολλωνίδῃ τινὶ ὀνειδίζει τετρῆσθαι τὰ ὦτα.

4 [51] Μετὰ δὲ τήν τ᾽ ἀνάβασιν καὶ τὰς ἐν τῷ Πόντῳ συμφορὰς καὶ τὰς παρασπονδήσεις τὰς Σεύθου τοῦ τῶν Ὀδρυσῶν βασιλέως ἧκεν εἰς Ἀσίαν πρὸς Ἀγησίλαον τὸν τῶν Λακεδαιμονίων βασιλέα, μισθοῦ τοὺς Κύρου στρατιώτας αὐτῷ παρασχών: φίλος τ᾽ ἦν εἰς ὑπερβολήν. παρ᾽ ὃν καιρὸν ἐπὶ Λακωνισμῷ φυγὴν ὑπ᾽ Ἀθηναίων κατεγνώσθη. γενόμενος δ᾽ ἐν Ἐφέσῳ καὶ χρυσίον ἔχων τὸ μὲν ἥμισυ Μεγαβύζῳ δίδωσι τῷ τῆς Ἀρτέμιδος ἱερεῖ φυλάττειν, ἕως ἂν ἐπανέλθοι: εἰ δὲ μή, ἄγαλμα ποιησάμενον ἀναθεῖναι τῇ θεῷ: τοῦ δὲ ἡμίσεος ἔπεμψεν εἰς Δελφοὺς ἀναθήματα. ἐντεῦθεν ἦλθεν εἰς τὴν Ἑλλάδα μετ᾽ Ἀγησιλάου, κεκλημένου εἰς τὸν πρὸς Θηβαίους πόλεμον: καὶ αὐτῷ προξενίαν ἔδοσαν οἱ Λακεδαιμόνιοι.

5 [52] Ἐντεῦθεν ἐάσας τὸν Ἀγησίλαον ἧκεν εἰς Σκιλλοῦντα, χωρίον τῆς Ἠλείας ὀλίγον τῆς πόλεως ἀπέχον. εἵπετο δὲ αὐτῷ καὶ γύναιον ὄνομα Φιλησία, καθά φησι Δημήτριος Μάγνης, καὶ δύο υἱεῖς, Γρύλλος καὶ Διόδωρος, ὥς φησι Δείναρχος ἐν τῷ πρὸς

Ξενοφῶντα ἀποστασίου, οἳ καὶ Διόσκουροι ἐπεκαλοῦντο. ἀφικομένου δὲ τοῦ Μεγαβύζου κατὰ πρόφασιν τῆς πανηγύρεως, κομισάμενος τὰ χρήματα χωρίον ἐπρίατο καὶ καθιέρωσε τῇ θεῷ, δι᾽ οὗ ποταμὸς ἔρρει Σελινοῦς, ὁμώνυμος τῷ ἐν Ἐφέσῳ. τοὐντεῦθεν διετέλει κυνηγετῶν καὶ τοὺς φίλους ἑστιῶν καὶ τὰς ἱστορίας συγγράφων. φησὶ δ᾽ Δείναρχος ὅτι καὶ οἰκίαν καὶ ἀγρὸν αὐτῷ ἔδοσαν Λακεδαιμόνιοι.

6 [53] Ἀλλὰ καὶ Φυλοπίδαν τὸν Σπαρτιάτην φασὶν αὐτῷ πέμψαι αὐτόθι δωρεὰν ἀνδράποδα αἰχμάλωτα ἐκ Δαρδάνου: καὶ τὸν διαθέσθαι αὐτὰ ὡς ἠβούλετο: Ἠλείους τε στρατευσαμένους εἰς τὸν Σκιλλοῦντα [καὶ] βραδυνόντων τῶν Λακεδαιμονίων ἐξελεῖν τὸ χωρίον. ὅτε καὶ τοὺς υἱέας αὐτοῦ εἰς Λέπρεον ὑπεξελθεῖν μετ᾽ ὀλίγων οἰκετῶν, καὶ αὐτὸν Ξενοφῶντα εἰς τὴν Ἦλιν πρότερον, εἶτα [καὶ] εἰς Λέπρεον πρὸς τοὺς παῖδας, κἀκεῖθεν σὺν αὐτοῖς εἰς Κόρινθον διασωθῆναι καὶ αὐτόθι κατοικῆσαι. ἐν τούτῳ δὲ ψηφισαμένων τῶν Ἀθηναίων βοηθεῖν Λακεδαιμονίοις ἔπεμψε τοὺς παῖδας εἰς τὰς Ἀθήνας στρατευσομένους ὑπὲρ τῶν Λακεδαιμονίων. 7 [54] καὶ γὰρ ἐπεπαίδευντο αὐτόθι ἐν τῇ Σπάρτῃ, καθά φησι Διοκλῆς ἐν τοῖς Βίοις τῶν φιλοσόφων. μὲν οὖν Διόδωρος οὐδὲν ἐπιφανὲς πράξας ἐκ τῆς μάχης ἀνασώζεται, καὶ αὐτῷ υἱὸς ὁμώνυμος γίνεται τἀδελφῷ. δὲ Γρύλλος τεταγμένος κατὰ τοὺς ἱππέασ--ἦν δὲ μάχη περὶ τὴν Μαντίνειαν--ἰσχυρῶς ἀγωνισάμενος ἐτελεύτησεν, ὥς φησιν Ἔφορος ἐν τῇ πέμπτῃ καὶ εἰκοστῇ: Κηφισοδώρου μὲν ἱππ-

αρχοῦντος, Ἡγησίλεω δὲ στρατηγοῦντος. ἐν ταύτῃ τῇ μάχῃ καὶ Ἐπαμεινώνδας ἔπεσε. τηνικαῦτα δὴ καὶ τὸν Ξενοφῶντά φασι θύειν ἐστεμμένον: ἀπαγγελθέντος δ᾽ αὐτῷ τοῦ θανάτου ἀποστεφανώσασθαι: ἔπειτα μαθόντα ὅτι γενναίως, πάλιν ἐπιθέσθαι τὸν στέφανον. 8 [55] ἔνιοι δὲ οὐδὲ δακρῦσαί φασιν αὐτὸν ἀλλὰ %2 γὰρ εἰπεῖν, "ᾔδειν θνητὸν γεγεννηκώς." φησὶ δ᾽ Ἀριστοτέλης ὅτι ἐγκώμια καὶ ἐπιτάφιον Γρύλλου μυρίοι ὅσοι συνέγραψαν, τὸ μέρος καὶ τῷ πατρὶ χαριζόμενοι. ἀλλὰ καὶ Ἕρμιππος ἐν τῷ περὶ Θεοφράστου καὶ Ἰσοκράτην φησὶ Γρύλλου ἐγκώμιον γεγραφέναι. Τίμων δ᾽ ἐπισκώπτει αὐτὸν ἐν τούτοις:

ἀσθενική τε λόγων δυὰς τριὰς ἔτι πρόσσω, οἷος Ξεινοφόων ἤτ᾽ Αἰσχίνου οὐκ ἀπιθὴς <ἲς> γράψαι. . . .

Καὶ μὲν βίος αὐτῷ τοιόσδε. ἤκμαζε δὲ κατὰ τὸ τέταρτον ἔτος τῆς τετάρτης καὶ ἐνενηκοστῆς Ὀλυμπιάδος, καὶ ἀναβέβηκε σὺν Κύρῳ ἐπὶ ἄρχοντος Ξεναινέτου ἑνὶ πρότερον ἔτει τῆς Σωκράτους τελευτῆς.

9 [56] Κατέστρεψε δέ, καθα φησι Κτησικλείδης10 Ἀθηναῖος ἐν τῇ τῶν ἀρχόντων καὶ Ὀλυμπιονικῶν ἀναγραφῇ, ἔτει πρώτῳ τῆς πέμπτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, ἐπὶ ἄρχοντος Καλλιδημίδου, ἐφ᾽ οὗ καὶ Φίλιππος Ἀμύντου Μακεδόνων ἦρξε. τέθνηκε δ᾽ ἐν Κορίνθῳ, ὥς φησι Δημήτριος Μάγνης, ἤδη δηλαδὴ γηραιὸς ἱκανῶς: ἀνὴρ τά τ᾽ ἄλλα γεγονὼς ἀγαθὸς καὶ δὴ καὶ φίλιππος καὶ φιλοκύνηγος καὶ τακτικός, ὡς ἐκ τῶν συγγραμμάτων

δῆλον: εὐσεβής τε καὶ φιλοθύτης καὶ ἱερεῖα διαγνῶναι ἱκανὸς καὶ Σωκράτην ζηλώσας ἀκριβῶς.

Συνέγραψε δὲ βιβλία πρὸς τὰ τετταράκοντα, ἄλλων ἄλλως διαιρούντων:

11 [57] Τήν τ᾽ Ἀνάβασιν, ἧς κατὰ βιβλίον μὲν ἐποίησε προοίμιον, ὅλης δὲ οὔ: καὶ

Κύρου Παιδείαν καὶ

Ἑλληνικὰ καὶ

Ἀπομνημονεύματα:

Συμπόσιόν τε καὶ

Οἰκονομικὸν καὶ

Περὶ ἱππικῆς καὶ

Κυνηγετικὸν καὶ

Ἱππαρχικόν,

Ἀπολογίαν τε Σωκράτους καὶ

Περὶ πόρων καὶ

Ἱέρωνα Τυραννικόν,

Ἀγησίλαόν τε καὶ

Ἀθηναίων καὶ Λακεδαιμονίων Πολιτείαν,

ἥν φησιν οὐκ εἶναι Ξενοφῶντος Μάγνης Δημήτριος. λέγεται δ᾽ ὅτι καὶ τὰ Θουκυδίδου βιβλία λανθάνοντα ὑφελέσθαι δυνάμενος αὐτὸς εἰς δόξαν ἤγαγεν. ἐκαλεῖτο δὲ καὶ Ἀττικὴ Μοῦσα γλυκύτητι τῆς ἑρμηνείας: ὅθεν καὶ πρὸς ἀλλήλους ζηλοτύπως εἶχον αὐτός τε καὶ Πλάτων, ὡς ἐν τῷ περὶ Πλάτωνος λέξομεν.

12 [58] Ἔστι δὲ καὶ εἰς τοῦτον ἡμῶν ἐπιγράμματα τοῦτον ἔχοντα τὸν τρόπον:

οὐ μόνον εἰς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον, ἀλλ᾽ ἄνοδον ζητῶν ἐς Διὸς ἥτις ἄγοι.

παιδείης γὰρ ἑῆς Ἑλληνικὰ πράγματα δείξας, ὡς καλὸν σοφίη μνήσατο Σωκράτεος.

ἄλλο, ὡς ἐτελεύτα:

εἰ καὶ σέ, Ξενοφῶν, Κραναοῦ Κέκροπός τε πολῖται φεύγειν κατέγνων, τοῦ φίλου χάριν Κύρου:

ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, σὺ φιληδῶν οὕτως ἀρέσκῃ: κεῖθι καὶ μένειν ἔγνως.

13 [59] Εὗρον δ᾽ ἀλλαχόθι ἀκμάσαι αὐτὸν περὶ τὴν ἐνάτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα σὺν τοῖς ἄλλοις Σωκρατικοῖς, καὶ Ἴστρος φησὶν αὐτὸν φυγεῖν κατὰ ψήφισμα Εὐβούλου, καὶ κατελθεῖν κατὰ ψήφισμα τοῦ αὐτοῦ.

Γεγόνασι δὲ Ξενοφῶντες ἑπτά: πρῶτος αὐτὸς οὗτος: δεύτερος Ἀθηναῖος, ἀδελφὸς Πυθοστράτου τοῦ τὴν Θησηΐδα πεποιηκότος, γεγραφὼς ἄλλα τε καὶ βίον Ἐπαμεινώνδου καὶ Πελοπίδου: τρίτος ἰατρὸς Κῷος: τέταρτος ἱστορίαν Ἀννιβαϊκὴν γεγραφώς: πέμπτος μυθώδη τερατείαν πεπραγματευμένος: ἕκτος Πάριος, ἀγαλματοποιός: ἕβδομος κωμῳδίας ἀρχαίας ποιητής.

1 48

2 49

3 50

4 51

5 52

6 53

7 54

8 55

9 56

10 Στησικλείδης vulg.: corr. wilamositz.

11 57

12 58

13 59

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (R.D. Hicks, 1972)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: