Κεφ. ιβ᾽. ΚΡΙΤΩΝ
1 [121] Κρίτων Ἀθηναῖος: οὗτος μάλιστα φιλοστοργότατα διετέθη πρὸς Σωκράτην, καὶ οὕτως ἐπεμελεῖτο αὐτοῦ, ὥστε μηδέποτ᾽ ἐλλείπειν τι τῶν πρὸς τὴν χρείαν. καὶ οἱ παῖδες δὲ αὐτοῦ διήκουσαν Σωκράτους, Κριτόβουλος, Ἑρμογένης, Ἐπιγένης, Κτήσιππος. ὁ δ᾽ οὖν Κρίτων διαλόγους γέγραφεν ἐν ἑνὶ φερομένους βιβλίῳ ἑπτακαίδεκα, τοὺς ὑπογεγραμμένους,Ὅτι οὐκ ἐκ τοῦ μαθεῖν οἱ ἀγαθοί. Περὶ τοῦ πλέον ἔχειν.
Περὶ ποιητικῆς, [περὶ τοῦ καλοῦ].
Περὶ τοῦ γνῶναι ἢ Περὶ ἐπιστήμης.