previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



[p. 126] νοῦσος : τίκτεται γὰρ θανάτου ἐπ᾽ αἰτίῃ. ψύξις ἐστὶ τοῦ ἐμφύτου θερμοῦ οὐ μικρά γε, καὶ πάγος, ὡς ἕν τι μέγα χεῖμα, εὖτε τὸ ὕδωρ τρέπεται ἐς χιόνα, καὶ χάλαζαν, κρύσταλλον , πάγον. ἥδε ἐστὶ ξυνὴ θανάτου καὶ τοῦ πάθεος αἰτίη, ἀτὰρ οὐδὲ ἴσχει τέκμαρ οὐδὲν ἀρχὴ τῆς νούσου μέγα: οὐδέ τι ξενοπρεπὲς κακὸν τὸν ἄνθρωπον ἐπιφοιτῇ : οὐδὲ ἐπὶ τοῖσι ἐπιπολῆς τοῦ σκήνεος φαντάζεται , ὡς ἰδεῖν τε εὐθὺς καὶ ἀρχομένῳ ἀρῆξαι. ἀλλὰ τοῖσι σπλάγχνοισι ἐμφωλεῦσαν ὅκως ἀΐδηλον πῦρ, ἤδη τύφεται, καὶ τῶν εἴσω κρατῆσαν αὖθίς κοτε ἐπιπολαίως ἐξάπτεται, τὰ πολλὰ μὲν ὅκως ἀπὸ σκοπιῆς τοῦ προσώπου ἀρχόμενον τηλεφαν ὲς πῦρ κακόν. μετεξετέροισι δὲ ἀπὸ τοῦ ἄκρου ἀγκῶνος, γούνατος, κονδύλων χειρῶν τε καὶ ποδῶν. τῇδε καὶ ἀνέλπιστοι οἱ ἄνθρωποι, ὅτι περ ἰητρὸς οὐ πρὸς τὰς ἀρχὰς τὰς ἀσθενεστάτας τοῦ πάθεος τῇ τέχνῃ χρέεται, Ρ῾αθυμίῃ καὶ ἀγνοίῃ τῶν καμνόντων τῆς ξυμφορῆς. νωθέες μὲν γὰρ, ὡς ἀπὸ σχεδίου προφάσιος, ὑπναλέοι, ἡσύχιοι, τὴν κοιλίην ἐπίξηροι. τάδε καὶ τοῖσι ὑγιαίνουσι κάρτα οὐκ ἀήθεα: ἐπὶ δὲ τῇσι αὐξήσεσι τοῦ πάθεος ἀναπνοὴ βρωμώδης ἐκ τῆς ἔνδον διαφθορῆς τοῦ πνεύματος. τοιάδε ἀὴρ, τι τῶν ἔξωθεν αἰτίην ἴσχειν δοκέει: οὖρα παχέα, λευκὰ, θολερὰ, οἷον ὑποζυγίου. ἀπὸ σιτίων ὠμῶν τε καὶ ἀπέπτων ἀνάδοσις, καὶ οὔτε τουτέων ἐστὶ αἴσθησίς τε καὶ μελέτη. οὐδὲ γὰρ οὐδ᾽ ἢν μὴ πέψωσι γιγνώσκουσι: ὁμοίη ἀπεψίη καὶ πέψις ἥδε: εἰς χρηστὸν γὰρ οἰκεῖον, οὐ ξυνήθης αὐτέοισι πέψις. ἀνάδοσις δὲ Ρ῾ηϊδίη, ὅκως ἐς τὴν ἑωυτέων τροφὴν ἁρπάγδην ἕλκοντος τοῦ πάθεος. διὰ τόδε ἐπίξηροι τὴν κάτω κοιλίαν : ὄχθοι ἐπανιστάμενοι, ἄλλοι παρ᾽ ἄλλους ξυνεχέες μὲν οὐδέκω, παχέες δὲ καὶ τρηχέες, καὶ τὸ μεσηγὺτῶν ὄχθων ἔρρηκται, ὅκως τὸν Ρ῾ινὸν ἐλέφας.1 εὐρεῖαι δὲ φλέβες

1 the common reading, ἐρρεῖτο, has no meaning. The substitute for it was suggested by Petit and adopted by Ermerins.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: