ΒΙΒΛΙΟΝ Β.
Κεφ. α. περὶ Ὕδρωπος.
ὕδρωψ ἀτερπὲς μὲν ἐσιδεῖν πάθος, χαλεπὸν δὲ καὶ παθεῖν. διαδιδρήσκουσι γὰρ τόδε πάγχυ παῦροι ὑπ᾽ εὐτυχίης, καὶ θεῶν μᾶλλον ἢ τέχνης: τὰ γὰρ μέζονα πάντα ἰῶνται μοῦνοι θεοί. ἢ γὰρ ἐν σπλάγχνῳ καιρίῳ νόσημα φωλεῦσαν ἔτρεψε ἐς καχεξίην τὸ πᾶν, ἢ τὸ ξύμπαν σκῆνος λοιμοῦ κατάρξαντος ἐς κακοχυμίην ἤμειψε τὰ σπλάγχνα : εὖτε ἀλλήλοισι ἄμφω ἐς τὸ κακὸν ξυντιμωρέει, ἀσινὲς δὲ οὐδὲν, ἐξ οὗπερ καὶ σμικρὴ τῇ φύσι γίγνοιτο ἂν ἐπικουρίη: ἔστι δὲ ἐς ἐπομβρίην Ρ῾εῦμα ψυχρὸν, παχὺ, ὁκοῖον ἡ ὀμίχλη τῷ παντί.1 ἢ τροπὴ ὑγρῆς καὶ ψυχρῆς αἰτίης, ἐς τοιήνδε ἕξιν ἑτεροιούσης τὸν ἄνθρωπον. οὐ γὰρ τὸ ἐν τῇ κολίῃ τῇ κάτω ἁλιζόμενον ὑγρὸν ὕδρωπα καλέομεν, ἐπεὶ οὐδὲ τὸ πάθος τῇδέ ἐστι, ἀλλ᾽