[p. 108] ἦν δὲ καὶ ἐπ᾽ αὐξήσει ἡ νοῦσος γίγνηται, ἄγει καὶ τὰ ἀπὸ τοῦ παντὸς εἰς τὴν κοιλίην πάλιν, εὖτε ἤδη τηκεδὼν τῆς ἕξιος. αὐαλέοι δὲ τὸ στόμα, ἄνικμοι δὲ τὴν ἐπιπολὴν, ἀνίδρωτες, κοιλίη ἄλλοτε πυριφλεγὴς ὡς ἀπ᾽ ἄνθρακος, ἄλλοτε δὲ ὡς ἀπὸ κρυστάλλου ψυχροστ αγής. κοτὲ δὲ καὶ αἷμα τοῖσι ἐσχάτοισι ἐν σκυβάλοισι ἐπιρρέει ξανθὸν, ἄκρητον, ἀμιγὲς, ὡς δοκέειν φλεβὸς στόμιον ἀνεῶχθαι. ἀνεσθίει γὰρ τὸ δριμὺ τὰς φλέβας. μήκιστον καὶ δυσαλθὲς κακὸν, καὶ γὰρ ἢν δοκέῃ πεπαῦσθαι, ἄνευ φανερῆς προφάσιος παλινδρο μέει ἐσαῦθις ἠδὲ καὶ ἐπὶ σμικρῇ ἁμαρτωλῇ παλίνορσος ἥκει. ἐς περίοδον γοῦν ἤδη φοιτῇ.
γέρουσι ξύνηθες τὸ κακὸν, καὶ γυναιξὶ μᾶλλον ἢ ἀνδράσι. παιδίοισι δὲ διάρροια μὲν ξυνεχὴς, ἐφημέρῳ ἀκρασίῃ τροφῆς. ἀλλ᾽ οὐ κοιλίης κύτεϊ ἡ νοῦσος.1 τίκτει δὲ θέρος τῶν ἄλλων ὡρέων μᾶλλον: μετόπωρον δεύτερον, χειμὼν δὲ ὁ ψυχρότατος , ἢν ἀγχοῦ σβέσιος τὸ θερμὸν ἥκῃ: ἐπὶ χρονίῃ δὲ νούσῳ καὶ ἥδε καὶ δυσεντερίη καὶ λειεντερίη τίκτεται. ἀλλὰ καὶ χανδὸν ψυχροποσίη κοτὲ ξυνέστησε τὴν νοῦσον.
Κεφ. η. περὶ Κωλικῶν.
Κωλικοὶ δὴ κτείνον ται εἰλεῷ καὶ στρόφῳ ὀξέως. πάνυ μὲν οὖν αἴτια μυρία ἴσχει τῆς διαθέσιος: σημήϊα, βάρος μὲν ἐπ᾽ ἀσιτίῃ, ἔνθα δὴ τὸ πάθος μάλιστά γε κραίνει : ὄκνος πουλὺς, νωθέες, ἀπόσιτοι, ἰσχνοὶ, ἄγρυπνοι, οἰδαλέοι πρόσωπα: κἢν μὲν πρὸς τῷ σπληνὶ νοσέῃ κῶλον, μελάγχλωροι. λευκόχλωροι δὲ, ὁκόσοις πρὸς ἥπατι, ξυμπαθείῃ τῶν ἄγχιστα σπλάγχνων: ἢν δὲ προσαίρωνται τροφὴν, καὶ ἐπὶ σμικρῇ καὶ ἀφύσῳ κάρτα φυσώδεες, καὶ προθυμίη μὲν ἐς διαπνοὴν,