previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



[p. 55] οὔτε ἰητρῷ οὔτε ἡλικίης μεταβολαῖς ἐς ἔξοδον πείθεται, ἀλλὰ ξυμβιοῖ μέσφι θανάτου. ποτὶ καὶ ἐπίπονος νοῦσος σπασμοῖσι καὶ διαστροφῇσι μελέων τε καὶ ὄψιος, ἔτρεψε δέ κοτε καὶ γνώμην ἐς μανίην. ἀτερπὴς μὲν τοῦ παροξυσμοῦ θέη, αἰσχρὴ δὲ καὶ ἀπόλειψις αὐτέου, ἐπὶ ἀφόδῳ καὶ οὔροισι καὶ αὐτομάτῳ κοιλίῃ.

ἀλλὰ καὶ ἄδοξος ξυμμορφή: δοκέει γὰρ τοῖσι ἐς τὴν σελήνην ἀλιτροῖσι ἀφικνεῖ σθαι νοῦσος: τοὔνεκεν ἱερὴν κικλήσκουσι τὴν πάθην: ἀτὰρ καὶ δι᾽ ἄλλας προφάσιας, μέγεθος τοῦ κακοῦ: ἱερὸν γὰρ τὸ μέγα: ἰήσιος οὐκ ἀνθρωπίνης, ἀλλὰ θείης, δαίμονος δόξης ἐς τὸν ἄνθρωπον εἰσόδου, ξυμπάντων ὁμοῦ, τήνδε ἐκίκλησκον ἱερήν.

ὁκόσα μὲν οὖν ὡς ἐπὶ ὀξείῃ γίγνεται τῇ νούσῳ, πρόσθεν μοι λέλεκται: ἢν δὲ ἐν χρόνῳ μίμνῃ, οὐδὲ ἐπὶ τοῖσι διαλείμμασι ἀσινέες, νωθροὶ, ἄθυμοι, κατηφέες, ἐξάνθρωποι , ἄμικτοι, οὐδὲ ἡλικίῃσι μειλίχιοι, ἄγρυπνοι, δυσόνειροι πολλοῖσι ἀλλοκότοισι, ἀπόσιτοι, πέψαι κακοὶ, ἄχροοι, μολιβδώδεες, δυσμαθέες νωθείῃ γνώμης τε καὶ αἰσθήσιος, βαρυήκοοι, ἦχοι, βόμβοι ἀνὰ τὴν κεφαλήν . γλῶσσα ἀσαφὴς καὶ παράφορος: ὑπὸ τῆς διαθέσιος τῆς νούσου, ὑπὸ τρωμάτων ἐν τῇσι καταλήψεσι , σπασμώδεες . γλῶσσα μὲν στρωφᾶται ἐν τῷ στόματι ποικίλως : ὑποτείνεται δέ κοτε καὶ τὴν διάνοιαν νοῦσος, ὡς τὰ πάντα μωραίνειν: ἀτὰρ καὶ τοῖσδε αἰτίη ξὺν ὑγρότητι ψύξις.


Κεφ. ε. περὶ Μελαγχολίης.

Μέλαιναχολὴ, ἐν μὲν ὀξέσι ἄνωθεν φανεῖσα, κάρτα ὀλέθριον: κάτω δὲ ἐξιοῦσα οὐ κάρτα ἀνώλεθρον: ἐν δὲ τοῖσι χρονίοισι, ἢν μὲν ὑπίῃ κάτω, ἐς δυσεντερίην καὶ ἥπατος πόνον τελευτᾷ : γυναιξὶ δὲ κάθαρσις ἀντὶ τῶν ἐπιμηνίων, ἢν τὰ ἄλλα ἀνώλεθροι ἔωσι: ἢν δὲ ἄνω Ρ῾έπῃ ἐς στόμαχον, ἐς φρένας,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: