[p. 69] μέσα τῶν πλευρέων κοῖλα, Ρ῾ομβοειδέα.1 ὡς ἐς τὴν τῶν ὀστέων περιαγωγὴν ὑποχόνδρια λαγαρὰ, ἀνεσπασμένα, ἐπιγάστριον τῇ Ρ῾άχει προσφυὲς καὶ λαγών. ἄρθρα ἐναργῆ, ἔξαρθρα, ἀσαρκώδεα, καὶ ἡ κνήμη, ἰσχίον τε καὶ βραχίων. ὑπερίσχει ἡ ἄκανθα τῶν σπονδύλων ἡ πρόσθεν κοίλη τῶν ἑκατέρων ἐκτετηκότων μνῶν: ὡμοπλάται ἐκφανέες ὅλαι, ὅκως πτέρυγες ὀρνίθων. τουτέοισι ἢν κοιλίη ἐκταραχθῇ, ἀνέλπιστοι : ἢν δὲ ἐς ὑγείην τρέπηται, τὰ ἐναντία τοῖσι ὀλεθρίοισι ἐπιφοιτῇ.
γηραιοὶ μὲν οὐ ξυνεχέες πάσχειν:2 διαδιδρήσκουσι δὲ ἥκιστα: νέοι δὲ μέχρι ἀκμῆς ἀπὸ αἵματος ἀναγωγῆς φθινώδεες γίγνονται, καὶ ὑγιάζον ται μὲν, οὐ Ρ῾ηϊδίως δέ: παιδία ξυνεχῶς τῇ βηχὶ μέχρι φθόης κοτὲ Ρ῾ηϊδίως ὑγιάζεται: ἕξιες δὲ Ρ῾αδινοὶ, σανιδώδεες , πτερυγώδεες, ἐξεχέβρογχοι, λευκοὶ, ἀραιότεροι τὸν θώρηκα: χῶραι δὲ ψυχραὶ καὶ ὑγραὶ, ὁκόσαι τῷ εἴδεϊ τοῦ πάθεος ἀδελφαί.
Κεφ. θ᾽. περὶ Ἐμπυϊκῶν.
οἷσι ἐν τῇσι κοιλίῃσι τὰ ἄνω3 κατ᾽ ἴξιν τοῦ θώρηκος ἢ τὰ κάτω ὑπὸ τὸ διάφραγμα πύου ἀποστάσιες γίγνονται, ἢν μὲν ἀνάγωσι, ἔμπυοι οἵδε καλέονται: ἢν δὲ τὸ πῦον διεξίῃ κάτω, ἀποστηματίαι κικλήσκονται: καὶ ἐν μὲν θώρηκι ἐν τοῖσι ἕλκεσι, ἤτοι ἐν πλεύμονι, ἣν ἐκδέχεται φθόη, ἢ ὑπεζωκότι ἐν