Ἐνστάσης δὲ τῆς ἑορτῆς ἑβδόμῳ μηνὶ βουλόμενος καὶ αὐτὸς ἐν Βηθήλῃ ταύτην ἀγαγεῖν, ὥσπερ ἑώρταζον καὶ αἱ δύο φυλαὶ ἐν Ἱεροσολύμοις, οἰκοδομεῖ μὲν θυσιαστήριον πρὸ τῆς δαμάλεως, γενόμενος δὲ αὐτὸς ἀρχιερεὺς ἐπὶ τὸν βωμὸν ἀναβαίνει σὺν τοῖς ἰδίοις ἱερεῦσι. [231] μέλλοντος δ᾽ ἐπιφέρειν τὰς θυσίας καὶ τὰς ὁλοκαυτώσεις ἐν ὄψει τοῦ λαοῦ παντὸς παραγίνεται πρὸς αὐτὸν ἐξ Ἱεροσολύμων προφήτης Ἰάδων ὄνομα τοῦ θεοῦ πέμψαντος, ὃς σταθεὶς ἐν μέσῳ τῷ πλήθει τοῦ βασιλέως ἀκούοντος εἶπε τάδε πρὸς τὸ θυσιαστήριον ποιούμενος τοὺς λόγους: [232] ‘ὁ θεὸς ἔσεσθαί τινα προλέγει ἐκ τοῦ Δαυίδου γένους Ἰωσίαν ὄνομα, ὃς ἐπὶ σοῦ θύσει τοὺς ψευδιερεῖς τοὺς κατ᾽ ἐκεῖνον τὸν καιρὸν γενησομένους καὶ τὰ ὀστᾶ τῶν λαοπλάνων τούτων καὶ ἀπατεώνων καὶ ἀσεβῶν ἐπὶ σοῦ καύσει. ἵνα μέντοι γε πιστεύσωσιν οὗτοι τοῦθ᾽ οὕτως ἕξειν, σημεῖον αὐτοῖς προερῶ γενησόμενον: ῥαγήσεται τὸ θυσιαστήριον παραχρῆμα καὶ πᾶσα ἡ ἐπ᾽ αὐτοῦ πιμελὴ τῶν ἱερείων ἐπὶ γῆν χυθήσεται.’ [233] ταῦτ᾽ εἰπόντος τοῦ προφήτου παροξυνθεὶς ὁ Ἱεροβόαμος ἐξέτεινε τὴν χεῖρα κελεύων συλλαβεῖν αὐτόν. ἐκτεταμένη δ᾽ ἡ χεὶρ εὐθέως παρείθη καὶ οὐκέτ᾽ ἴσχυε ταύτην πρὸς αὑτὸν ἀναγαγεῖν, ἀλλὰ νεναρκηκυῖαν καὶ νεκρὰν εἶχεν ἀπηρτημένην. ἐρράγη δὲ καὶ τὸ θυσιαστήριον καὶ κατηνέχθη πάντα ἀπ᾽ αὐτοῦ, καθὼς προεῖπεν ὁ προφήτης. [234] μαθὼν δὲ ἀληθῆ τὸν ἄνθρωπον καὶ θείαν ἔχοντα πρόγνωσιν παρεκάλεσεν αὐτὸν δεηθῆναι τοῦ θεοῦ ἀναζωπυρῆσαι τὴν δεξιὰν αὐτῷ. καὶ ὁ μὲν ἱκέτευσε τὸν θεὸν τοῦτ᾽ αὐτῷ παρασχεῖν, ὁ δὲ τῆς χειρὸς τὸ κατὰ φύσιν ἀπολαβούσης χαίρων ἐπ᾽ αὐτῇ τὸν προφήτην παρεκάλει δειπνῆσαι παρ᾽ αὐτῷ. [235] Ἰάδων δέ φησιν οὐχ ὑπομένειν εἰσελθεῖν πρὸς αὐτὸν οὐδὲ γεύσασθαι ἄρτου καὶ ὕδατος ἐν ταύτῃ τῇ πόλει: τοῦτο γὰρ αὐτῷ τὸν θεὸν ἀπειρηκέναι καὶ τὴν ὁδὸν ἣν ἦλθεν ὅπως μὴ δι᾽ αὐτῆς ποιήσηται τὴν ἐπιστροφήν, ἀλλὰ δι᾽ ἄλλης ἔφασκεν: τοῦτον μὲν οὖν ὁ βασιλεὺς ἐθαύμαζεν τῆς ἐγκρατείας, αὐτὸς δ᾽ ἦν ἐν φόβῳ μεταβολὴν αὐτοῦ τῶν πραγμάτων ἐκ τῶν προειρημένων οὐκ ἀγαθὴν ὑπονοῶν.