Βενιαμῖται δέ, τούτων γὰρ ἦν Ἱεροσόλυμα, τοῖς οἰκήτορσιν αὐτῶν συνεχώρησαν φόρους τελεῖν. καὶ οὕτως παυσάμενοι πάντες οἱ μὲν τοῦ κτείνειν οἱ δὲ κινδυνεύειν, ἐργάζεσθαι τὴν γῆν εὐσχόλουν. τὸ δ᾽ αὐτὸ καὶ αἱ λοιπαὶ φυλαὶ τὴν Βενιαμῖτιν μιμησάμεναι ἐποίουν καὶ τοῖς τελουμένοις ἀρκούμενοι φόροις ἐπέτρεπον τοῖς Χαναναίοις ἀπολέμοις εἶναι.