Νῶχος δὲ βιοὺς μετὰ τὴν ἐπομβρίαν πεντήκοντα καὶ τριακόσια ἔτη καὶ πάντα τὸν χρόνον τοῦτον εὐδαιμόνως διαγαγὼν τελευτᾷ ζήσας ἐτῶν ἀριθμὸν ἐνακοσίων καὶ πεντήκοντα. [105] μηδεὶς δὲ πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἐτῶν ἃ ζῶμεν συμβαλὼν τὸν τῶν παλαιῶν ψευδῆ νομιζέτω τὰ περὶ ἐκείνων λεγόμενα τῷ μηδένα νῦν τοσοῦτον ἐν τῷ βίῳ παρατείνειν χρόνον τεκμαιρόμενος μηδ᾽ ἐκείνους εἰς ἐκεῖνο τὸ μῆκος τῆς ζωῆς ἀφῖχθαι. [106] οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες καὶ ὑπ᾽ αὐτοῦ τοῦ θεοῦ γενόμενοι καὶ διὰ τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς πλείονα χρόνον οὔσας εἰκότως ἔζων πλῆθος τοσοῦτον ἐτῶν: ἔπειτα καὶ δι᾽ ἀρετὴν καὶ τὴν εὐχρηστίαν ὧν ἐπενόουν ἀστρονομίας καὶ γεωμετρίας πλεῖον ζῆν τὸν θεὸν αὐτοῖς παρασχεῖν, ἅπερ οὐκ ἦν ἀσφαλῶς αὐτοῖς προειπεῖν μὴ ζήσασιν ἑξακοσίους ἐνιαυτούς: διὰ τοσούτων γὰρ ὁ μέγας ἐνιαυτὸς πληροῦται. [107] μαρτυροῦσι δέ μου τῷ λόγῳ πάντες οἱ παρ᾽ Ἕλλησι καὶ βαρβάροις συγγραψάμενοι τὰς ἀρχαιολογίας: καὶ γὰρ καὶ Μανέθων ὁ τὴν Αἰγυπτίων ποιησάμενος ἀναγραφὴν καὶ Βηρωσὸς ὁ τὰ Χαλδαϊκὰ συναγαγὼν καὶ Μῶχός τε καὶ Ἑστιαῖος καὶ πρὸς τούτοις ὁ Αἰγύπτιος Ἱερώνυμος οἱ τὰ Φοινικικὰ συγγραψάμενοι συμφωνοῦσι τοῖς ὑπ᾽ ἐμοῦ λεγομένοις, [108] Ἡσίοδός τε καὶ Ἑκαταῖος καὶ Ἑλλάνικος καὶ Ἀκουσίλαος καὶ πρὸς τούτοις Ἔφορος καὶ Νικόλαος ἱστοροῦσι τοὺς ἀρχαίους ζήσαντας ἔτη χίλια. περὶ μὲν τούτων, ὡς ἂν ἑκάστοις ᾖ φίλον, οὕτω σκοπείτωσαν.