previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[122]

Ἄγειν δ᾽ εὐθὺς τὴν στρατιὰν ἐπὶ τὴν παρεμβολὴν τῶν πολεμίων ἐπὶ τὴν διαρπαγὴν τῶν ἐν αὐτῇ βουλόμενος πρὶν ἡμέρας καὶ τῶν στρατιωτῶν οὐκ ὀκνούντων ἕπεσθαι, πολλὴν δ᾽ εἰς προστάττει προθυμίαν ἐνδεικνυμένων, καλέσας βασιλεὺς Ἀχίτωβον τὸν ἀρχιερέα κελεύει αὐτὸν γνῶναι, εἰ δίδωσιν αὐτοῖς θεὸς καὶ συγχωρεῖ βαδίσασιν ἐπὶ τὸ στρατόπεδον τῶν ἐχθρῶν διαφθεῖραι τοὺς ἐν αὐτῷ τυγχάνοντας. [123] εἰπόντος δὲ τοῦ ἱερέως μὴ ἀποκρίνεσθαι τὸν θεόνἀλλ᾽ οὐ δίχα αἰτίας, εἶπεν Σαοῦλος, πυνθανομένοις ἡμῖν φωνὴν οὐ δίδωσιν θεὸς, ὃς πρότερον αὐτὸς προεμήνυσε πάντα καὶ μηδ᾽ ἐπερωτῶσιν ἔφθασε λέγων, ἀλλ᾽ ἔστι τι λανθάνον ἐξ ἡμῶν ἁμάρτημα πρὸς αὐτὸν αἴτιον τῆς σιωπῆς. [124] καὶ ὄμνυμί γε τοῦτον αὐτὸν, μὴν κἂν παῖς ἐμὸς Ἰωνάθης τὸ ἁμάρτημα τοῦτο ἐργασάμενος ἀποκτείνειν αὐτὸν καὶ τὸν θεὸν οὕτως ἱλάσασθαι, ὡς ἂν εἰ καὶ παρ᾽ ἀλλοτρίου καὶ μηδὲν ἐμοὶ προσήκοντος τὴν ὑπὲρ αὐτοῦ δίκην ἀπελάμβανον.’ [125] τοῦ δὲ πλήθους τοῦτο ποιεῖν ἐπιβοήσαντος παραχρῆμα πάντας ἵστησιν εἰς ἕνα τόπον, ἵσταται δὲ καὶ αὐτὸς σὺν τῷ παιδὶ κατ᾽ ἄλλο μέρος καὶ κλήρῳ τὸν ἡμαρτηκότα μαθεῖν ἐπεζήτει: καὶ λαγχάνει δοκεῖν οὗτος εἶναι Ἰωνάθης. [126] ἐπερωτώμενος δὲ ὑπὸ τοῦ πατρὸς τί πεπλημμέληκε καὶ τί παρὰ τὸν βίον οὐκ ὀρθῶς οὐδὲ ὁσίως αὑτῷ διαπραξαμένῳ συνέγνωκεπάτερ, εἶπεν, ἄλλο μὲν οὐδὲν, ὅτι δὲ χθὲς ἀγνοῶν τὴν ἀρὰν αὐτοῦ καὶ τὸν ὅρκον μεταξὺ διώκων τοὺς πολεμίους ἐγεύσατο κηρίων.’ Σαοῦλος δ᾽ ἀποκτείνειν αὐτὸν ὄμνυσι καὶ τῆς γενέσεως καὶ τῆς φύσεως τῶν φίλτρων ἐτίμησε τὸν ὅρκον. [127] δ᾽ οὐ καταπλήττεται τὴν ἀπειλὴν τοῦ θανάτου, παραστησάμενος δ᾽ εὐγενῶς καὶ μεγαλοφρόνωςοὐδ᾽ ἐγώ σε, φησίν, ἱκετεύσω φείσασθαί μου, πάτερ, ἥδιστος δέ μοι θάνατος ὑπέρ τε τῆς σῆς εὐσεβείας γινόμενος καὶ ἐπὶ νίκῃ λαμπρᾷ: [128] μέγιστον γὰρ παραμύθιον τὸ καταλιπεῖν Ἑβραίους Παλαιστίνων κεκρατηκότας.’ ἐπὶ τούτοις λαὸς πᾶς ἤλγησε καὶ συνέπαθεν ὤμοσέ τε μὴ περιόψεσθαι τὸν αἴτιον τῆς νίκης Ἰωνάθην ἀποθανόντα. καὶ τὸν μὲν οὕτως ἐξαρπάζουσι τῆς τοῦ πατρὸς ἀρᾶς, αὐτοὶ δὲ εὐχὰς ὑπὲρ τοῦ νεανίσκου ποιοῦνται τῷ θεῷ ὥστε αὐτὸν ἀπολῦσαι τοῦ ἁμαρτήματος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: