Εὗρον τοίνυν, ὅτι Πτολεμαίων μὲν ὁ δεύτερος μάλιστα δὴ βασιλεὺς περὶ παιδείαν καὶ βιβλίων συναγωγὴν σπουδάσας ἐξαιρέτως ἐφιλοτιμήθη τὸν ἡμέτερον νόμον καὶ τὴν κατ᾽ αὐτὸν διάταξιν τῆς πολιτείας εἰς τὴν Ἑλλάδα φωνὴν μεταβαλεῖν, [11] ὁ δὲ τῶν παρ᾽ ἡμῖν ἀρχιερέων οὐδενὸς ἀρετῇ δεύτερος Ἐλεάζαρος τῷ προειρημένῳ βασιλεῖ ταύτης ἀπολαῦσαι τῆς ὠφελείας οὐκ ἐφθόνησε πάντως ἀντειπὼν ἄν, εἰ μὴ πάτριον ἦν ἡμῖν τὸ μηδὲν ἔχειν τῶν καλῶν ἀπόρρητον. [12] κἀμαυτῷ δὴ πρέπειν ἐνόμισα τὸ μὲν τοῦ ἀρχιερέως μιμήσασθαι μεγαλόψυχον, τῷ βασιλεῖ δὲ πολλοὺς ὁμοίως ὑπολαβεῖν καὶ νῦν εἶναι φιλομαθεῖς: οὐδὲ γὰρ πᾶσαν ἐκεῖνος ἔφθη λαβεῖν τὴν ἀναγραφήν, ἀλλὰ μόνα τὰ τοῦ νόμου παρέδοσαν οἱ πεμφθέντες ἐπὶ τὴν ἐξήγησιν εἰς τὴν Ἀλεξάνδρειαν: [13] μυρία δ᾽ ἐστὶ τὰ δηλούμενα διὰ τῶν ἱερῶν γραμμάτων, ἅτε δὴ πεντακισχιλίων ἐτῶν ἱστορίας ἐν αὐτοῖς ἐμπεριειλημμένης, καὶ παντοῖαι μέν εἰσι παράλογοι περιπέτειαι, πολλαὶ δὲ τύχαι πολέμων καὶ στρατηγῶν ἀνδραγαθίαι καὶ πολιτευμάτων μεταβολαί. [14] τὸ σύνολον δὲ μάλιστά τις ἂν ἐκ ταύτης μάθοι τῆς ἱστορίας ἐθελήσας αὐτὴν διελθεῖν, ὅτι τοῖς μὲν θεοῦ γνώμῃ κατακολουθοῦσι καὶ τὰ καλῶς νομοθετηθέντα μὴ τολμῶσι παραβαίνειν πάντα κατορθοῦται πέρα πίστεως καὶ γέρας εὐδαιμονία πρόκειται παρὰ θεοῦ: καθ᾽ ὅσον δ᾽ ἂν ἀποστῶσι τῆς τούτων ἀκριβοῦς ἐπιμελείας, ἄπορα μὲν γίνεται τὰ πόριμα, τρέπεται δὲ εἰς συμφορὰς ἀνηκέστους ὅ τι ποτ᾽ ἂν ὡς ἀγαθὸν δρᾶν σπουδάσωσιν, [15] ἤδη τοίνυν τοὺς ἐντευξομένους τοῖς βιβλίοις παρακαλῶ τὴν γνώμην θεῷ προσανέχειν καὶ δοκιμάζειν τὸν ἡμέτερον νομοθέτην, εἰ τήν τε φύσιν ἀξίως αὐτοῦ κατενόησε καὶ τῇ δυνάμει πρεπούσας ἀεὶ τὰς πράξεις ἀνατέθεικε πάσης καθαρὸν τὸν περὶ αὐτοῦ φυλάξας λόγον τῆς παρ᾽ ἄλλοις ἀσχήμονος μυθολογίας: [16] καίτοι γε ὅσον ἐπὶ μήκει χρόνου καὶ παλαιότητι πολλὴν εἶχεν ἄδειαν ψευδῶν πλασμάτων: γέγονε γὰρ πρὸ ἐτῶν δισχιλίων, ἐφ᾽ ὅσον πλῆθος αἰῶνος οὐδ᾽ αὐτῶν οἱ ποιηταὶ τὰς γενέσεις τῶν θεῶν, μήτι γε τὰς τῶν ἀνθρώπων πράξεις ἢ τοὺς νόμους ἀνενεγκεῖν ἐτόλμησαν. [17] τὰ μὲν οὖν ἀκριβῆ τῶν ἐν ταῖς ἀναγραφαῖς προϊὼν ὁ λόγος κατὰ τὴν οἰκείαν τάξιν σημανεῖ: τοῦτο γὰρ διὰ ταύτης ποιήσειν τῆς πραγματείας ἐπηγγειλάμην οὐδὲν προσθεὶς οὐδ᾽ αὖ παραλιπών. [18]
Ἐπειδὴ δὲ πάντα σχεδὸν ἐκ τῆς τοῦ νομοθέτου σοφίας ἡμῖν ἀνήρτηται Μωυσέος, ἀνάγκη μοι βραχέα περὶ ἐκείνου προειπεῖν, ὅπως μή τινες τῶν ἀναγνωσομένων διαπορῶσι, πόθεν ἡμῖν ὁ λόγος περὶ νόμων καὶ πράξεων ἔχων τὴν ἀναγραφὴν ἐπὶ τοσοῦτον φυσιολογίας κεκοινώνηκεν. [19] ἰστέον οὖν, ὅτι πάντων ἐκεῖνος ἀναγκαιότατον ἡγήσατο τῷ καὶ τὸν ἑαυτοῦ μέλλοντι βίον οἰκονομήσειν καλῶς καὶ τοῖς ἄλλοις νομοθετεῖν θεοῦ πρῶτον φύσιν κατανοῆσαι καὶ τῶν ἔργων τῶν ἐκείνου θεατὴν τῷ νῷ γενόμενον οὕτως παράδειγμα τὸ πάντων ἄριστον μιμεῖσθαι καθ᾽ ὅσον οἷόν τε καὶ πειρᾶσθαι κατακολουθεῖν. [20] οὔτε γὰρ αὐτῷ ποτ᾽ ἂν γενέσθαι νοῦν ἀγαθὸν τῷ νομοθέτῃ ταύτης ἀπολειπομένῳ τῆς θέας, οὔτε τῶν γραφησομένων εἰς ἀρετῆς λόγον οὐδὲν ἀποβήσεσθαι τοῖς λαβοῦσιν, εἰ μὴ πρὸ παντὸς ἄλλου διδαχθεῖεν, ὅτι πάντων πατήρ τε καὶ δεσπότης ὁ θεὸς ὢν καὶ πάντα ἐπιβλέπων τοῖς μὲν ἑπομένοις αὐτῷ δίδωσιν εὐδαίμονα βίον, τοὺς ἔξω δὲ βαίνοντας ἀρετῆς μεγάλαις περιβάλλει συμφοραῖς. [21] τοῦτο δὴ παιδεῦσαι βουληθεὶς Μωυσῆς τὸ παίδευμα τοὺς ἑαυτοῦ πολίτας τῆς τῶν νόμων θέσεως οὐκ ἀπὸ συμβολαίων καὶ τῶν πρὸς ἀλλήλους δικαίων ἤρξατο τοῖς ἄλλοις παραπλησίως, ἀλλ᾽ ἐπὶ τὸν θεὸν καὶ τὴν τοῦ κόσμου κατασκευὴν τὰς γνώμας αὐτῶν ἀναγαγὼν καὶ πείσας, ὅτι τῶν ἐπὶ γῆς ἔργων τοῦ θεοῦ κάλλιστόν ἐσμεν ἄνθρωποι, ὅτε πρὸς τὴν εὐσέβειαν ἔσχεν ὑπακούοντας, ῥᾳδίως ἤδη περὶ πάντων ἔπειθεν. [22] οἱ μὲν γὰρ ἄλλοι νομοθέται τοῖς μύθοις ἐξακολουθήσαντες τῶν ἀνθρωπίνων ἁμαρτημάτων εἰς τοὺς θεοὺς τῷ λόγῳ τὴν αἰσχύνην μετέθεσαν καὶ πολλὴν ὑποτίμησιν τοῖς πονηροῖς ἔδωκαν: [23] ὁ δ᾽ ἡμέτερος νομοθέτης ἀκραιφνῆ τὴν ἀρετὴν ἔχοντα τὸν θεὸν ἀποφήνας ᾠήθη δεῖν τοὺς ἀνθρώπους ἐκείνης πειρᾶσθαι μεταλαμβάνειν καὶ τοὺς μὴ ταῦτα φρονοῦντας μηδὲ μὴν πιστεύοντας ἀπαραιτήτως ἐκόλασε. [24] πρὸς ταύτην οὖν τὴν ὑπόθεσιν ποιεῖσθαι τὴν ἐξέτασιν τοὺς ἀναγνωσομένους παρακαλῶ: φανεῖται γὰρ σκοπουμένοις οὕτως οὐδὲν οὔτ᾽ ἄλογον αὐτοῖς οὔτε πρὸς τὴν μεγαλειότητα τοῦ θεοῦ καὶ τὴν φιλανθρωπίαν ἀνάρμοστον: πάντα γὰρ τῇ τῶν ὅλων φύσει σύμφωνον ἔχει τὴν διάθεσιν, τὰ μὲν αἰνιττομένου τοῦ νομοθέτου δεξιῶς, τὰ δ᾽ ἀλληγοροῦντος μετὰ σεμνότητος, ὅσα δ᾽ ἐξ εὐθείας λέγεσθαι συνέφερε, ταῦτα ῥητῶς ἐμφανίζοντος. [25] τοῖς μέντοι βουλομένοις καὶ τὰς αἰτίας ἑκάστου σκοπεῖν πολλὴ γένοιτ᾽ ἂν ἡ θεωρία καὶ λίαν φιλόσοφος, ἣν ἐγὼ νῦν μὲν ὑπερβάλλομαι, θεοῦ δὲ διδόντος ἡμῖν χρόνον πειράσομαι μετὰ ταύτην γράψαι τὴν πραγματείαν. [26] τρέψομαι δὲ ἐπὶ τὴν ἀφήγησιν ἤδη τῶν πραγμάτων μνησθεὶς πρότερον ὧν περὶ τῆς τοῦ κόσμου κατασκευῆς εἶπε Μωυσῆς: ταῦτα δ᾽ ἐν ταῖς ἱεραῖς βίβλοις εὗρον ἀναγεγραμμένα. ἔχει δὲ οὕτως: