Ταύταις δὲ ταῖς ἡμέραις κρίσις ἐπ᾽ αὐτὸν ἤχθη δυσχερής, ἧς τὸ τέλος εὑρεῖν ἦν ἐπίπονον: τὸ δὲ πρᾶγμα περὶ οὗ συνέβαινεν εἶναι τὴν δίκην ἀναγκαῖον ἡγησάμην δηλῶσαι, ἵνα τοῖς ἐντυγχάνουσι τό τε δύσκολον τῆς κρίσεως γνώριμον ὑπάρξῃ, καὶ τοιούτων μεταξὺ πραγμάτων γενόμενοι λάβωσιν ὥσπερ ἐξ εἰκόνος τῆς τοῦ βασιλέως ἀγχινοίας τὸ ῥᾳδίως ἀποφαίνεσθαι περὶ τῶν ζητουμένων δυνηθῆναι.